PG 93, col. 1309

ι Ἑτοιμη ἡ καρδία μου, ὁ Θεός, ι
Μακάρων ἑτοιμάζειν Θεῷ τὴν καρδίαν ’ ἕξει γὰρ
αὐτὸν ὁ ἑτοιμάιζων ἑνοικον. Ἐπειδὴ δὲ τὸν Λόγον ὁ
Προφήτης δίεσωσεν, ἀρα διπλῆν αὺτῷ τὴν ἑτοιμα-
σίαν προσφέρειν ὀφείλομεν. Καὶ καθάπερ οἰ βασιλέα
μέλλοντες ὑποδέχεσθαι ἑτοιμάζουσι τὸν οἰκον, πρῶ-
τον μὲν ἐκκαθαίροντες, δεύτερον δὲ σκεύη ἐν αὐτῷ
τὰ πρὸς τὴν χρείαν ἀποτιθέμενοι· οὕτω καὶ ἡμεῖς
διπλῆν ὲτοιμασίαν τῷ Θεῷ παρασκευάζειν χρῄζομεν·
μίαν μὲν, καθαίροντες τὸν τῆς καρδίας ναόν· δεύτε-
ρον δὲ, ἀρετὰς αὐτῇ καὶ πράξεις ἀγαθὰς ἐπεισφέ-
ροντες. Οὕτω γὰρ ἡμῖν ὁ Θεὸς οὐκ, ἑνδημήοει μό-
νον, ἀλλὰ καὶ ἐγχρονίσει. Δόξαν ἑαυτοῦ ὁ Προφήτης
τὸν Χριστὸν προσηγόρευσεν· ἐπειδὴ συμμόρφους
ἡμᾶς τῆς δόξης τῆς οἰκείας, ἀναλαβὼν τὰ ἡμέτερα,
πεποίηκεν. Ἐν τούτῳ τοίνυν ᾅδειν καὶ ψάλλειν φησὶ,
τουτέστι, σὺν αἰνέσει δοξολογεῖν. Τίδὲ ὲν τῷ Χρι-
στῷ δοξολογεῖν καὶ ψάλλειν ; τὰ περὶ αὑτοῦ δηλονότι
μυστήρια.
σ Ἑξεγέρθητι, ἡ δόξα μου. ι
Πόθενς ἐκ τῶν ταπεινῶν τῆς ἀνθρωπότητος μυ-
στηρίων, ὲκ τῶν νεκρῶν οὒς κατελθὼν ὁ Χριστὸς
ὲπεσκέψατο’ ἐκεῖθεν αὐτὸν ἐξαναστῆσαι, ἵνα καὶ
ἀναληφθῇ , ὼς μελλόντων ἡμῶν κοινωνεῖν αὐτῷ τῆς
δόξης τῆ; εἰς οὐρανοὺς βούλεται. Οὐδὲ γὰρ μόνον
συνήγειρεν ἡμᾶς, ἀλλὰ καὶ συνεκάθισεν ἐν δεξιᾷ
ἑαυτοῦ ἐν τοῖς ἐπουρανίοις. Παλαιὰν ἐνταῦθα καὶ
Καινὴν Διαοήκην ἐξεγερθῆναι. εἰς τὰς περὶ Θεοῦ
μαρτυρίας παρακαλεῖ, ὥστε δι’ αὐτῶν πιστευθῆναι
τοῦ Χριστοῦ τὴν ἀνάστασιν. 'H μὲν γὰρ προλέγει
τοὺς καιροὺς καί τοὺς τόπους · ἡ δὲ ἐπὶ τῆς ἱστορίας
τὰ προλεχθέντα δε ἱκνυσιν.
ι Ἐξεγεροήσομαι ὄρθρου. ι
Ἀπόκρισιν εἰσήγαγε τοῦ Χριστοῦ τῇ δεήσει τοῦ
Προφήτω συμϐαίνουσαν· ὸ μὲν γὰρ αὐτὸν ἐξεγερ-
θῆναι ἱκέτευσεν εἱπὼν, Ἐξεγέρθητι , ἠ δόξα μου.
‘0 δὲ καὶτὸν καιρὸν ,καθ’ ὃν οἰκονομεῖν μέλλει
τοῦτο, κατήγγειλεν· Ἐξεγερθήσομαι γὰρ, φησιν,
ὄρθρου. Ἐξ αὐτῆς λέξεως τὸ τῷ Λουκᾷ περὶ τῆη
ἀναστάσεως ἱστορημένον φθεγξάμενος ’ Ὄρθρου ,βα-
θέος ἦλθον γυναῖκες ὲπί τὸ μνῆμα, φέροι-σαι d
ἡτοίμασαν ἀρώματα· οἷς καὶ τὰ ἄλλα τῆς ἁνα-
στάσεως τοῦ Σωτῆρος ἐπήγαγεν.
ι Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν. ι
Ἔλεος καὶ ἀλήθεια τῆς οἰκονομίας τοῦ Χριστοῦ
τό μυστήριον · ὥστε τὸν Προφήτην τοῦτον ἀλλαχόσε
λέγει· Ἔλεος καὶ ἀλήθεια συνήντησαν. Εἰς ἓν
γὰρ ἡ τοῦ Χριστοῦ Θεότης καὶ ἀνορωπὸτης τῇ τοῦ
λόγου σαρκώσει κατήντησαν.“Αλλὰ τὸ μὲν ἕλεος ἁρ-
μόττει τῇ τοῦ σαρκωοέντος λόγου θεότητι (αὑτὴ γὰρ
τὸ πλάσμα τὸ οἰκεῖον ἐλέησεν), ή ἀλήῧεια δὲ τῇ ταρ-
¹¹ Luc. xxxv, ἰ. ⁸⁸ Psal.txxxiv,tt.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.