PG 93, col. 1605

μοιχοῖς ἀνθρώποις καὶ φονευταῖς καὶ ἀκαθάρτοις καὶ
μιαροῖς τοὺς ναοὺς ὠνόμαζον καὶ τὰ εἴδωλα, καὶ αὒ-
ιοὺς ὲοεοποίουν, οὑ μέντοι γε προφητῶν ἢάγὶων
μαρτύρων ναὸν ἦ βωμὸν ὠνόμασαν. Ὥσπερ γὰρ ol.
ἐν Βαϐυλῶνι Ἰσραηλῖται εἶχον ὄργανα καὶ κιθάρας
καὶ ἕτερὰ τινα, καθὼς καὶ οἱ Βαϐυλώνιοι· καὶ τὰ
μὲν εἰς δόξαν Θεοῦ, τὰ δὲ εἰς Θεραπεία-ι’ δαιμόνων ·
οὕτω καὶ ἐπὶ εἰκόνων Ἑλληνικῶν καὶ Χριστιανικῶν
νοήσωμεν, ὅτι ἐκεῖνοι μὲν εἰς λατρείαν τοῦ διαΰόλου,
ἡμεῖς δὲ εἰς δόξαν Θεοῦ καὶ ὑπόμνησιν. Πλὴν καὶ
πο).λᾶ θαυμάσια ὁ Θεὸς διὰ ξύλον ἀκούειν πεποίηκε,
Ξύλον ζωῆς, ξύλον γνώσεως ὀνομάσας ι καὶ ἄλλο φυ-
τὶν ὀνομάσας Σαίῑὲκ, ους-χωρήσειας τίθησιν. Εἶτα
ῥάϐδῳ τον Φαραὼ ἐκάλυψε, θάλασσαν ἔσχισεν, ὕδωρ
ὲγλύκεινεν, ὅφιν ὕψωσε, πέτραν διέρρηξεν, ὕδωρ
ἐξήγαγε, ξύλον βλαστῆσαι) τῇ σκηνῇ τὴν ’Λαρὼν
ἱερωσύνην ἐκύρωσεν. Οὕτω καὶ Σολομῶν φησιν·
Εἰιλογεῖτε ξύλον, δι’ οὗ γίνεται δικαιοσύνη. υῦτω
καὶ Ἐλισσαῖος ξύλον ἀπορρίψας ἐν Ἰορδάνῃ, τὸν εἰς
τύπον τοῦ Ἀδὰμ σίδηρον ὡς ἐξ ᾅδου ἀνήγαγεν. Οὕτω
προστάσσει τῷ ἑαυτοῦ παιδὶ διὰ τῆς ραὗδου ἀναστῆ‹
σαι τὸν παῖδα τῆς Σωμανίτιδος. Ὀ οὖν διὰ τοσούτων
ξύλων Θαυματουργήσας Θεὸς οὐ δύναται, εἰπέ μοι,
θαυματουργεῖν καὶ διὰ τοῦ τιμίου ξύλου τοῦ ἁγίου
στανδροῦς Εἰ ἀσεϐές ἐστι τιμᾷν τὰ ὀστᾶ, πῶς μετὰ
πάσης τιμῆς μετεκομίσαντο τὰ ὀστᾶ Ἰωσὴφ ἐξ Ai-
γύτιτου; Πῶς νεκρὸς ἅνθρωπος τῶν ὀστέων Ἐλισ-
σαίου ἁψάμενος ἀνεστη; Et δὲ δι’ ὀστέων Οαυματουρ-
γεί Θεὸς, εὖδηλον ὅτι δύναται καὶ δι’ εξκόνων, καὶ
διὰ λίθων, κα¹ιδι’ ἑτέρων πολλῶν. Ἐπεὶ κα¹ι¹Λ6ραᾶμ
οὗ κατεδέξατο ϐάψαι τὸ σῶμα Σάρρας ὲν μνήματι
ἀλλοτρίῳ, ἀλλ’ ὲν ἰδῖῳ riguo, τιμῆς χάριν. Ἐπεὶ καὶ
Ἰακὼϐ τιμᾷ διὰ λίθοι) Θεὸν, στήσας καὶ χρίσας αὐ-
τὸν εὶς τύπον Χριστοῦ τοῦ ἀκρογωνιαίου λίοου. Καὶ
πάλιν βουνὸν λίθων ἐπὶ τοῦ Acilii. ὠνόμασε μάρτυρα.
Μαρτυρεῖ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ δώδεκα λίθους
στήσας εὶς Θεοῦ ἀνάμνησιν. Εἰ γὰρ ἦσάν σοι⁷ ὦ Ἰου-
δὰῖε, ἐν τῷ σῷ ναῷ τὰ δύο Χερουϐὶμ ἐκεῖνα τὰ κατα-
σκιάζοντα τὺ ἱλαστήριον, τὰ γλυπτὰ. εἰσῆλθε δέ τις
Ἔλληνεὶδωλολάτρης ἐν τῷ ναῷ σου, καὶ θεασάμενος
ταῦτα ὲμέμᾲατο τοῖς Ἰουδαίοις, ὡς καὶ αὐτῶν εἴδωλα
προσκυνούντων, τί ἂν εἶχες, εἰπέ μοι, ἀπολογήσασθαι
αὐτῷ περὶτῶν δύο Χερουΰὶμ τῶν χωνευτῶν, καὶ τῶν
βοῶν, καὶ φοινίκων, καὶ λεόντων τῶν ὄντων τότε ἐν
τῷναῴ γλυπτῶνς υὺδὲν εἶχες προς αὐτον ἀληθὲς
λέγειν, εἰ μὴ τοῦτο, ὅτι Οὐχ ὡς θεοὺς ἔχομεν αὐτὰ ἐν
τῷ ναῷ, ἀλλ’ εἰς ἀνάμνησιν Θεοῦ καὶ δόξαν τὰ Χε-
ρουϐὶμ ταῦτα ἔχομεν ἐν τῷ ναῷ. ΕΞ οὖν ταῦτα οὕτως,
πῶς ἐμοὶ περὶ εἰκόνων ὲγκαλεῖςς Ἀλλ ἐρεῖς μοι,
ὅτι ὀ Θεὸς τῷ Μωῦσῇ προσέταξε ποιῆσαι ὲν τῷ ναῷ
τὰ γλυπτέι. Κάγὼ τοῦτο λέγω · ἀλλ’ ὁ Σολομὼν ἐκεῖ-
θεν ὁδηγηθεὶς καὶ πλείονα ὲν τῷ ναῷ κατεσκεύασεν,
Ξπερ osa: ὁ Θεὸς αὐτῷ προσέταξεν, οὐδὲὴ σκηνὴ ἡ τοῦ
¹¹ Gen. ιι, Π. ¹⁰ Sap. ιι , 7.
IV Reg. γι.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.