PG 93, col. 21

γενείας, οὕτω καὶ τῆς εὐσεβείας καὶ τῆς ἀρετῆς
ὑπάρχων διάδοχος. ʼὉ δὲ Ἀβραὰμ καὶ οἱ τούτου πρό-
γονοι τὰ ἀνατολικὰ κατώκουν μέρη.
« Συμπορευόμενοι δὲ οἰ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους,
ἐποίουν πότον καθʼ ἐκάστην χμέραν, συμπαραλαμ-
βάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν
παὶ πίνειν μετʼ αὐτῶν. »
Ἀλλήλους, φησὶν, ἐκ διαδοχῆς συνεκάλουν ἕκαστος
τὴν ἑαυτοῦ ἡμέραν· οὕτω γὰρ Ἀκύλας, ἐκδέδωκε.
Τοῦτο δὲ φιλαδελφίας καὶ ὀμονοίας ἔργον, καὶ τῆς
πατρῷας παιδεύσεως γνώρισμα. Θαυμασιώτατα δὲ
ἐπὶ μὲν τῶν ἀῤῥένων ἔφη τὸ, Συμπορευόμενοι
πρὸς ἀλλήλους, τουτέστι, παρʼ οὐδενὶ αὐτῶν περὶ
πρωτείων ἡ αἶρεσις, μέγιστον δὲ ἔκαστος ἔκρινε τὸ
πρὸς τὸν ἀδελφʼν ἐπείγεσθαι. Ἐαὶ δὲ τῶν θηλειῶν
τὸ, συμεαραλαμάνειν· οὐ γὰρ ταύτας ἀπήτουν
τὴν περὶ τῶν τοιούτων φροντίδα, ἀλλὰ κοινωνοὺς
μόνον τῆς εὐωχίας ἐλάμβανον· καὶ οἱ μὲν ἄῤῥενες
περὶ ταύτην τὴν διακονίαν ἠσχολοῦφο, αἱ δὲ θήλειαι
σεμνῶς καὶ ἀπερισπάστως συνῆσαν τοῖς ἀδεθφοῖς.
e Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου,
ἀπέστειλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς, ἀνιστάμενος
τὸ πρωὶ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν
ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἔνα περὶ ἀμαρτίας περὶ
τῶν ψυχῶν αὐτῶν. Ἐλεγε γὰρ Ἰὼβ, Μήποτε οἱ υἰοί
μμου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν
Θεόν. Οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας. »
Ὁρα δὲ, πῶς καὶ ἐν τῇ θυσίᾳ ὀμόνοιαν αὐτοὺς ἐδί-
δασκεν, ἔνα ὑπὲρ πάντων μόσχον προσφέρων, ὡς
ὑπὲρ μιᾶς ψυχῆς. Τὸ μὲν οὖν. ἀπέστειλε, τὴν ἐπι-
μέλειαν δείκνυσι τοῦ πατρός· οὐ γὰρ ἐκ τύπου τινὸς,
φησὶ, τοῦτο ἐτένετο, ἀλλʼ ἐξ ἀγρύπνου φροντίδος.Τὸ
δὲ ἐκαθάριῶ, καθαρσίοις, ὡς ἔοικε, τοῖς διʼ ὑδάτων,
οἰς φυσικῶς τε ἄνθρωποι χρῶνται, καὶ κατὰ νόμον
Ἰουδαῖεκ. Τὸ δὲ, ὡς συνετελέσθησαν αl ἡμέραι τοῦ
πότου, ἢ ὅτι καθʼ ἐκάστην ἡμέραν τοῦτο ἐποίει,
ὑπὲρ τῆς παρελθούσης σήμερον προσφέρων τὴν θυ-
σίαν, ἢ ὅτι μετὰ τὴν περίοδον τῶν ἐπτὰ ἡμερῶν
ἅπαξ τῆς ἐβδομάδος. Τὰς μὲν οὖν θυσίας ὑπὲρ τῆς
αὐτῶν σωτηρίας προσέφερε, τὸν δὲ μόσχον ὑπὲρ τῶν
κατὰ διάνοιαν ἀμαρτημάτων· ηὐλαβεῖτο γὰρ τὴν
συνεζευγμένην τοῖς δείπνοις τοῦ λογισμοῦ ταραχήν.
Καὶ καθαίρειν ταῖς θυσίαις τὰς μόνον Θεῷ γινωσκο-
μένας πράξεις ἡπείγετο, πρὸς τὴν χάριν βλέπων,
καὶ πὰρατρέχων τὰ νομικὰ παραγγέλματα. Ὁρᾶς
ἀκρίβειαν εὐαγγελικήν· τοῦ γὰρ εὐαγγελικοῦ νόμου
κελεύοντος, μήτε κατὰ διάνοιαν πορνεύειν, ἢ θυμοῦ-
σθαι εἰκῆ, ὁ ἄγιος Ἰὼβ καὶ ὑπὲρ τῶν κατʼ ἔννοιαν
ἀμαρτημάτων τῶν παίδων τὸν Θεὸν ἐξιλεοῦτο διὰ
τῆς θυσίας.
Θαυμαστοὶ γὰρ οὖν καὶ οἱ παῖδες, θαυμασιώτερος
δὲ ὁ τούτων πατὴρ καὶ παιδευτής. Τῶν μὲν γὰρ οὐ-
δὲν φανερὸν ἀμάρτημα ἐδείκνυτο· διόπερ οὐδὲ ἠγω-
νία περὶ τούτων ὁ πατήρ· τοῦ δὲ τοσαύτη τις ἦν ἡ
περὶ Θεὸν καὶ παῖδας ἀγάπη, ὅτι τὸν μὲν ἐξευμενί-
ζετο, τοὺς δὲ καθαίρειν καὶ τῶν κατὰ διάνοιαν
ἀμαρτημάτων ἐσπούδαζεν. Ἀλλὰ βαβαὶ τῆς εὐλα-
βείας, καὶ τῆς περὶ τὸ Θεῖον θερμῆς θεραπείαςI

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.