PG 94, col. 548

χωνται, οἷον ἢ σὰρξ διαιρεῖται εἰς πολλὰς σάρκας,
καὶ ἕκαστον μέρος τῆς σαρκὸς σὰρξ λέγεται, καὶ τὸν
ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερὲς δέ
ἐστι τὸ ἀνάπαλιν, ὅταν τὸ τμηθὲν μὴ ὲπιδὲξηται,
μήτε τδ ὄνομα, μήτε τὸν ὁρισμὸν, μήτε τοῦ ὅλου,
μήτε ἀλλήλων ⁶ ὡς ἵνα διέλῃς τὸν Σωκράτην εἰς χεῖ-
ρας, καὶ πόδας, καὶ κεφαλήν · οὐτε γὰρ ὁ τμηθεὶς
ποῦς ἀπὸ τοῦ Σωκράτους, Σωκράτης λέγεταεν ἦ ἡ
κεφαλή, οὐτε τὸν ὁρισμὸν τοῦ Σωκράτους, ἢ κειρα-
λῆς ἐπιδέχεται. Ἣ ὡς ὁμώνυμος φωνὴ είς διάφορα
σημαινόμενω καὶ τοῦτο πάλιν διχῶς. Ἦ γὰρ ὅλον
τι σημαίνεται ὑπὸ τῆς φωνῆς ἢ μέρος. Καὶ ὅλον μὲν,
ὡς η κύων φωνή. Φέρεται γὰρ κατά τε χερσαίου κυ-
νὸς, καὶ ἁστρώου, καὶ Θαλαττίου, ἂπερ ὅλον τί εἰσι,
καὶ οὐ μέρος ζὼου. Ὠς δὲ μέρος, ὅτε τὸ τῆς γλῶσ-
σης ὄνομα φέρεται κατὰ τοῦ ἄκρου τοῦ ὑποδήματος,
καὶ τοῦ αὐλοῦ, καὶ τοῦ γευστικοῦ μορίου τῶν ζώων,
ἃ τινα μέρη εἱσι, καὶ οὐχὶ ὅλα ° καὶ οὕτω, ’μὲν καθ’
αὐτὸ διαιρεῖται τδ διαιρούμενον. Κατά συμϐεϐηκὸς
δὲῆ ὼς οὐσία εἰς συμϐεϐηκότα, ὡς ὅταν εἴπω τῶν
ἀνθρώπων, οἱ μέν εἰσι λευκοὶ, οἱ δὲ μέλανες. ’Δνθρὼ-
ποι μὲν γὰρ, οὐσία. Λευκότης δὲ καὶ μελανία, συμ-
ϐεϐηκότα. Ἢ ὡς συμϐεϐηκὸς είς οὐσίας, ὡς ὅταν
εῐπω ο τῶν λευκῶν, τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα.
Λευκὸν μὲν γὰρ, συμϐεϐηκός ο ἕμψυγον δὲ καὶ ἄψυ-
χον, οὐσίαι. Ἦ ὡς συμϐεϐηκδς είς συμϐεϐηκότα, ὡς
ὅταν εἴπω· τῶν ψυχρῶν, τὰ μὲν λευκὰ καὶ ξηρὰ, τὰ
δὲ μέλανα καὶ ὑγρά. Τὸ τε γὰρ ψυχρὸν, καὶ τὸ λευ-
κὸν, καὶ τὸ μελανδν, καὶ τὸ ὑγρὸν, καὶ τὸ ξηρὸν,
ἅπαντα συμϐεϐηκότα.
Ἔστι δὲ καὶ ἔτερος τρόπος, ὡς τὰ ἀφ’ ὲνὸς, καὶ
-πρδς ἓν ο ἀφ’ ἑνὸς μὲν, ὡς ἀπὺ τῆς ἰατρικῆς, ἰατρι-
κὸν βιϐλίον, ἰατρικὸν ἐργαλεῖον. Ἀπὸ γὰρ ἐνὸς, τῆς
ῑατ ρικῆς, ὠνωμάσθησαν ἰατρικά · πρὸς ἓν δὲ, ὑγιει-
νὸν φάρμακον, ὑγιεινὸν βρῶμα⁶ πρὸς ἓν γὰρ βλι-
πουσι, τὴν ὑγείαν· τῶν δὲ ἀφ’ ἑνὸς, τὰ μὲν ἐκ τινος
αἰτίου λέγεται · ὡς ὴ εἰκὼν τοῦ ἀνθρώπου, ἐξ ἀλη-
θινοῦ αἰτίου τοῦ ἀνθρώπου λέγεται · τὰ δὲ ὡς ἀπὸ
τινος ἐξευρημένα, ὡς ἰατρικὸν σμιλίον, καὶ τὰ τοι.
αὔτα.
Καὶ αὐτη μὲν ἔστιν η καθόλου διαίρεσις, καθ’ ἢν
διαιρεῖται πᾶν διαιρούμενον, ἢ ὡς γένος είς είδη, ἢ
ὼς εἶδος είς ἄτομα, ἢ ὡς ὅλον εἰς μέρη, ἢ ὡς ὀμώ-
νυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ἢ ὡς οὐσία.
εἰς συμϐεϐηκότα, ἢ ὡς συμϐεϐηκὸς είς οὐσίας, ἢ ὡς
συμϐεϐηκὸς είς συμϐεϐηκότα , ἢ ὡς τὰ ἀφ’ ἑνὸς, καὶ
πρὸς ἓν. Τινὲς δὲ ἀπαγορεύουσι τὴν ἀπὸ εἴδους είς
ἄτομα διαίρεσιν, μᾶλλον ἀπαρίθμησιν φάσκοντες·
πᾶσα γὰρ διαίρεσις εἰς δύο, ἢ τρία, ἢ σπανίως πάνυ
είς τέσσαρα γίνεται. Τὸ δὲ εἶδος είς ἄπειρα τῷ πλή-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.