PG 94, col. 549

Δεῖ δὲ γινώσκειν, ὡς οὐδενὶ τρόπῳ τῆς διαιρέσεως
θεωρεῖται ὲν τοῖς τιμήμασι τὸ φύσει πρότερον καὶ
ὕστερον, οὐδὲ τὸ μᾶλλον καῖ ἦττον. Ἑν δὲ τοῖς ἀφ’
ἑνὸς καὶ ’πρὸ ἐν διαιρουμένοις, καὶ τὸ φύσει πρότε-
ρον, καὶ ὕστερον θεωρεῖται, καὶ τὸ μᾶλλον καὶ ἦτ-
τον, ἐξ οὗ καὶ ὴόνομασία.
Hactenus caput de divisionesecundum fusioremlpamasceni Diuiecticam; deinceps vero illud subjiciemus, ut
in breviori continetur ubi proxime sequitur post caput Ἡ.
Περὶ διαιρέσεως.
Διαίρεσις ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος·
οἷον τὸ ζῶον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. ’Υποο
διαίρεσις δὲ ἡ τοῦ ἐνὸς μέρους τῶν δύο τμημάτων
τομὴ καὶ διαίρεσις. Οἷον τοῦ ζώου διαιρεθέντος εἰς
λογικδν καὶ ἄλογον, τὸ ἓν μέρος, ἤγουν τὸ λογικὸν,
διαιροῦμεν εὶς θνητὸν καὶ ἀθάνατον. Ἐπιδιαξρεσις
δὲ, ὅταν ποιήσαντες διαίρεσιν πράγματος, ποιήσωμεν
πάλιν ἄλλην διαίρεσιν τοῦ αὑτοῦ πράγματος. Οἷον
διαιρεῖται ό ἄνθρωπος εἰς ἄρσεν καὶ θῆλυ · ἰδοὺ διαξ-
ρεσις. Καὶ πάλιν διαιρεῖται ό ἄνθρωπος εἰς ψυχὴν
καὶ σῶμα· ἰδοὺ ἐπιδιαίρεσις. Οὐ πάντοτε δὲ γίνεται
διαίρεσις καὶ ἐπιδιαίρεσις, ἀλλ’ ὅτε μὴ πάντα περι-
έχονται ὑπὸ τὴν πρώτην διαίρεσιν. Ἰδοὺ γᾶρ ἐν τῷ
apem, καὶ ὲν τῇ θηλείᾳ θεωρεῖται ψυχὴ καὶ σῶμα.
Χρὴ δὲ γινώσκειν, ὅτι ἀντιδιαιρούμενα λέγονται
τὰ δύο εἴδη, τὰ ἐκ τοῦ αὑτοῦ γένους τμηθέντα · οἷον
τὸν ζῶον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Τὸ οὖν
λογικὸν καὶ ἄλογον ἀντιδιαιρούμενα λέγονται.
Εἰσὶ δὲ διαιρετικοὶ τρόποι ὀκτὼ, ἢὼς γένος εἰς
εἴδη, οἷον τὸ ζῶον διαιρεῖται εἰς λογικὸν κα)⁸ ἄλογον,
ἦ ὡς εἶδος εἰς ἄτομα, οἷον ό ἄνθρωπος διαιρεῖται εἰς
’Πέτ ρον, Παῦλον, καὶ τοὺς λοιποὺς κατά μέρος ἀνθρώ-
πους, ἢ ὡς ὅλον εἰς μέρη, καὶ τοῦτο διχῶς. Ἢ ὁμοιο-
μερῆ, ἢ ἀνομοιομερῆ ο ὁμοιομερῆ μὲν οὖν εἰσὶν, ὅτε
τὰ μέρη ἐπιδέχονται ὅλον τὺ ὄνομα, καὶ τὸν ὁρισμὸν
τοῦ ὅλου , καὶ τῶν ἀλλήλων. Ὡς ὅταν τέμνωμεν
σάρκα εἰς πολλὰς σάρκας. Ἔκαστον γὰρ μέρος τῆς
σαρκὸς σὰρξ λέγεται, καὶ τὸν ὁρισμὸν τῆς σαρκὸς
ἐπιδέχεται. Ἀνομοιομερῆ δὲ ὅταν τὰ μέρη μήτε τὸ
ὄνομα, μήτε τὸν ὁρισμὸν ἐπιδέχωνται, μήτε τοῦ
ὅλου, μήτε ἀλλήλωνι ὡς ὅταν διέλωμεν τὸν Σωκράτην
εἰς κεφαλὴν, καὶ χεῖρας, καὶ πόδας. Οὔτε γὰρ ἡ κε-
φαλὴ, οὔτε αἱ χεῖρες, οὔτε οἱ πόδες ἐπιδέχονται τὸ
δνομα, οὔτε τὸν ὁρισμὸν τοῦ Σωκράτους, οὔτε ἀλλή-
λων. Ἦ ὼς ὁμώνυμος φωνὴ, εἰς διάφορα σημαινό-
μενα ⁸ καὶ τοῦτο διχῶς ο ἢ ὼς δλον, ἥ ὡς μέρος. Ὠς
ὅλον μὲν, ὡς ἡ κύων φωνή ο φέρεται γὰρ κατὰ χερ-
σαίου κυνὸς, καὶ ἁστρῴου, καὶ θαλασσίου, ἅπερ ὅλον
τί εισι, καὶ οὐ μέρος ζώου. Ὠς δὲ μέρος, ὅτε τὸ
γλώσσης ὄνομα φέρεται κατὰ τοῦ ἄκρου τοῦ ὑποδή-
ματος. καὶ τοῦ ἄκρου τοῦ αὐλοῦ, καὶ τοῦ γευστικοῦ
μορίου τῶν ζώων · ἆ τινα μέρη εἰσὶ, καὶ οὐχ ὅλα ' ἦ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.