PG 95, col. 25

β. θαμὲν τοίνυν ὡς οἱ ὅροι καὶ αἱ κληρώσεις, οἱ
λόγῳ γινόμενοι πρέποντι, βεβαιότατοι τυγχάνουσι.
σησὶ γὰρ ἡ θεία Τραφὴ, ὅτι « ffγαγεν δ Θεὸς πάντα
τὰ ζῶα πρὸς τὸν Ἀδὰμ τοῦ ἰδεῖν τί καλέσει αὐ-
τά. Καὶ πᾶν ὁ ἄν ἐκάλεσεν αὐτῷ Ἀδὰμ, ψυχὴν
ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. » Ὁρῶμεν οὖν ὀνόματα
χωρίζοντα εἶδος ἐξ εἴδους, καὶ ὀνόματα ἐπιτιθέμενα
χωρίζοντα ὑπόστασιν ἐξ ὑποστάσεως, καὶ ὅρον δὲ
καὶ νόμους τεθέντας, καὶ μέχρι νῦν κεκρατηκότας.
Οὕτω φημὶ ὀριστικῶς, ἀποκεκαλύφθαι τῷ Ἡσαῖᾳ ἐκ
Θεοῦ διὰ τῶν Σεραφὶμ, καὶ διὰ τοῦ Τρισαγίου ὕμνου,
τὴν μίαν τρισυπόστατον θεότητά τε καὶ κυριότητα,
ὡς διά τινος ἀριθμητικῆς ἐκφαντωρίας. Διὰ τί γὰρ
οὐ δὶς, ἢ τετράκις, ἢ μυριάκις, τὸ άγιιος ὕμνησαν;
καὶ διὰ τί μὴ δὶς, ἢ τρὶς, ἢ τετράκις, ἢ μυριάκις.
τὸ, Κύρος Σαδδαώδ· πλήρης ό οὐραrός καὶ ἡ γῆ
τῆς δόξης αὐτοῦ, τὰ Σεραφὶμ ἐξεφώνησαν; ἀλλὰ
τὸ μὲν Ἀγιος τρὶς, ὥγιιος, ἄγιος, ἄγιος· τὸ δὲ d-
ρuος μοναδικῶ; Ἡ δεικνύντα τρεῖς μὲν τὰς ἀγίας
ὑποστάσεις, μίαν δὲ κυριότητα τῶν τριῶν, καὶ μίαν
ἀρχὴν καὶ δόξαν, οὐσίαν τε καὶ θεότητα, καὶ ἔνα τὰς
τρεῖς εἶναι Θεὸν ἅγιον· ἅγιον μὲν τὸν Πατέρα,
ἅγιον τὸν Τἱὸν, ἅγιον τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλʼἔνα
ἅγιον, οὐ τρεῖς ἀγίους· καὶ ἔνα Κύριον, οὐ τρεῖς
κυρίους. Δἱ μὲν γὰρ τρεῖς ὑποστάσεις, Θεὸς καὶ Θεὸς
καὶ Θεὸς, ἀλλʼ εἶς ἀγιος Θεὸς, καὶ οὐ τρεῖς θεοί·
ἅγιος, ἅγιος, ἅγιος, ἀλλʼ εἶς ἅγιος, καὶ οὐ τρεῖς
ἅγγιοι· Κύριος καὶ Κύριος καὶ Κύριος, ἀλλʼ εἶς Κύ-
ριος, καὶ οὐ τρεῖς κύριοι. Διὸ καὶ ἐπήγαγε· λήρης
d οὐρσνὸς καὶ ἡ γῆ τῆς δόξης σου, καὶ οὐκ, αὐ-
τῶν. Ἡ μὲν οὖν θεότης, ἤτοι οὐσία, τριαδικῶς ἐξ-
απλοῦται, ἀδιαιρέτως ἐν τρισὶ γνωριζομένη ὑποστά-
σεσι, καὶ αἱ τρεῖς ὑποστάσεις εἰς μίαν οὐσίαν, ἤτοι
θειότητα, ἑνοῦνταί τε καὶ συνάπτονται. Καὶ ἡ μὲν
θεότης, τριαδικῶς ἀγιάζεται καὶ δοξάζεται, γαος.
ἄγνος, ἄγιος· καὶ αἱ τρεῖς ὑποστάσεις μοναδικῶς
δοξολογοῦνται, Κύριος Σαβδαώθ· πλήρης ό οὐρανὸς
καὶ ἡ γῆ τῆς δόδης αὐτοῦ. Εἶς γὰρ Θεὸς ἐν τρισὶν
ὑποστάσεσι, καὶ τὰ τρία ἔν, ἤτοι μία φύσις, οὐχ ὑπό-
στασιις μία·οὐχ ἑκάστη δὲ τῶν ὑποστάσεων τρισσῶς
δοξολογεῖται καὶ ἀγιάζεται. Ἡ μὲνγὰρ θεότης, τριὰς
ὑποστάσεων οὖσα, οἰκείως καὶ προσηκόντως τριαδι-
κῶς ἀγιάζεται· ἄγιος ὁ Πατὴρ, ἄγνος ὁ Υἰὸς, ἄγιον
τὸ Πνεῦμα τὸ ἅγιον, Κύριος Σαβαώθ. ΕΕἶς γὰρ τὰ
τρία Θεός τε καὶ Κύριος. Ἐκάστη δὲ τῶν ὑποστάσεων
μία οὕσα ὑπόστασις, καὶ οὐ τρεῖς,τίνος ἕνεκεν τρὶς
ἀγιασθήσεται, καὶ οὐχ ἅπαξ, ἢ δὶς, ἢ τετράκις, ἢ
μυριάκις; Οὐ γὰρ ἐκάστη τῶν τῆς θεότητος ὑποστά-
σεων, Τριάς· οὕτω γὰρ ἂν ἐννὰς ἔσται ἡ θεότης, καὶ
οὐ Τριάς. Διὰ τί γὰρ μὴ δισάγιον, ἢ τετράγιον, ἢ
μυριάγιον ὕμνον ὕμνησαν, ἀλλὰ τρισάγιον, κατὰ τὸν
τῶν ὑποστάσεων ἀριθμόν; Ὡσπερ δ γὰρ τὸν Πατέρα
ὑπόστασίν φαμεν, καὶ τὸν Υἱὸν ὑπόστασιν, καὶ τὸ
Πνεῦμα τὸ ἅγιον ὑπόστασιν, καὶ τὴν θεότητα, ἤτοι
αὐσίαν τριισυπόστατον, ὡς τὰς τρεῖς περιέχουσαν
⁵ Gen. I,19. Isa. V, 3.
vAnL LECTIoNES.
Edit. τρεῖς. ⁵ Contuli hanc partem cum prolixo frapdento quod reperi in Reg. 3I51.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.