PG 95, col. 309

διήγησιν, κατὰ τὸν μακάριον ἀπόστολον καὶ εὐαγγε-
λιστὴν Λουκᾶν, περὶ πίστεως ὀρθοδόξου καὶ κρατή-
σεως τῆς Ἐκκλησίας, ἤνπερ διὰ τοῦ πάθους αὐτωῦ
προσελάβετο Ἰησοῦς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν,
ἀναγκαῖον ἡγησάμην, ἀγαπητοὶ , ταῦτα μὴ κρύψαι
τῇ ὑμῶν τιμιότητι, ἀλλὰ δεῖξαι ὑμῖν τὴν δδὸν τῆς
ἀληθείας· ἤνπερ ἐξ ἀρχῆς καὶ ἄνωθεν ἡ καθολικὴ
καὶ ἀποστολικὴ Ἐκκλησία κρατεῖ ἐν βεβαιότητι,
περὶ τῶν ἀγίων καὶ σεπτῶν εἰκόνων· καὶ μὴ τρέ-
πεσθαι ἔνθεν κάκεῖθεν, καθάπερ κάλαμος ὑπὸ ἀνέ-
μου περιφερομένη, τῇ δεινῇ ταύτῃ αἰρέσει τῶν μὴ
προσκυνούντων τὴν ἔνσαρκον οἰκονομίαν τοῦ διʼ ἡμᾶς
ὀφθέντος διὰ τῆς εἰκονικῆς ἀνατυπώσεως, ἀλλʼ ἀτι-
μαζόντων διὰ κακοηθείας, καὶ διὰ λογισμῶν ἀτό-
πων, καὶ τῶν δοκούντων εἶναι ἐκ τῆς φυλῆς τῶν
Χριστιανῶν, διά τε βαπτίσματος, καὶ διὰ τοῦ τιμίου
σώματος καὶ ἀχράντου αἶματος, ἀλλοτρίους δὲ καθ-
εστῶτας, καὶ τοὺς κατέχοντας ἀξίας ποιμένων, λύ-
κους δὲ καὶ θηρία γεγονότας, οὐ τῇ φύσει, ἀλλὰ τῇ
προθέσει καὶ τῇ πίστει, κατὰ τὸ Εὐαγγέλιον τὸ τη-
λαυγῶς ἀναβοῶν, ὅτι « Ὁ μὴ ἐρχόμενος διὰ τῆς θύ-
ρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων
ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Τοιοῦ-
τόν τι καὶ ἐπὶ τῆς γενεᾶς ἡμῶν ἀνέφυ δεινὸν εὕρεμα,
ἐκ γοήτων καὶ σκοτεινῶν ἀνδρῶν, τῶν διὰ τῆς κενο-
δοξίας αὐτῶν καὶ μεγαλαυχίας ἐμπεσόντων εἰς βάρα-
θρον ἀπωλείας, καὶ ἀνυποίστου βορβόρου. μεῖς δὲ,
ὦ σεπτὸν ἀκροατήριον, τὸ νεόχριστον καὶ ἀρχαῖον, τὸ
ἐξακολουθῆσαν φωναῖς προφητῶν, καὶ γραφαῖς ἀπο-
στόλων, καὶ Πατέρων ὅροις, τὴν ἄγκυραν τῆς πί-
στεως βεβαίαν κατέχοντες, ταύτην ταῖς ὑμετέραις
ψυχαῖς διαφυλάξατε, πρὸς τὸ μὴ ἀρπαγῆναι αὐτὴν
ἐκ τοῦ ἀνθρωποκτόνου καὶ δολίου ἐχθροῦ, καὶ ἀκε-
ραίους καὶ ἀπαρασαλεύτους περιφρουροῦντες ἐαυ-
Lue. , . Ephes. Iν, 14. ⁵ Joan. X, I.
ο Sorb. ἀγάπῃ.-
Sorb. addit ῥημάτων.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.