PG 95, col. 32

μὲν ἐφʼ ἐνὸς προσώπου, πολυποθήτου καὶ πολυολβίου
καὶ πολυμάκαρος χώραν ἔχει. Τὸ δὲ σημαντικὸν τοῦ
τριαδικοῦ ἀριθμοῦ οὐ δυνατόν, εἰ μὴ ἐπʼ αὐτοῦ κυ-
ρίως τοῦ ἀριθμοῦ λεχθῆναι· οἶον, ἀδύνατον μὴ δύο
ὀνόματα ἔχοντα, διώνυμον εἰπεῖν, καὶ τὸν τρεῖς
χροιὰς μὴ ἔχοντα, τρίχροον. Ὁταν οὗν λέγωμεν
τριώνυμον, δηλοῦμεν, τρία μόνον ἔχειν ὀνόματα ὅν
τριώνυμον προσαγορεύομεν ὴ. Ἐὰν δὲ εἴπωμεν τρισ-
ἔγιιον, ἐπὶ μὲν τῆς ἀγίας Τριάδος χώραν ἔχει. Τρεῖς
γὰρ μόνας ὑποστάσεις ἔχουσα, ἐκάστης ἀγίας οὕσης
καὶ ὑμνουμένης, οἰκείως ἂν λεχθείη τρισάγνος. Εt
δὲ ἐπὶ μιᾶς ὑποστάσεως ῥηθείη, ὑποτοπάσει τις, ἢ
ὡς τρεῖς ἀγίας οὐσίας, ἢ τρεῖς ἀγίας ὑποστάσεις
κέκτηται· ὦν ἐκάτερον ἀθέμιτόν τε καὶ ἀσεβὲς ἐπὶ
μιᾶς τῶν τῆς θεότητος εἰπεῖν ὑποστάσεων. Καὶ τοῦτο
δὲ φαίημεν, ὡς τὸν Τρισάγιον ὕμνον ἐκφαντορικὸν
ὄντα τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, ἄτοπον
μιᾷ τῶν τῆς θειότητος ὑποστάσεων ἀνατιθέναι. Εἰ
μὲν γὰρ τοῦ κοινοῦ τῆς οὐσίας εἴη⁶ σημαντικὸς,
ἐλέγετο ἂν ἐφʼ ἑκάστης τῶν ὑποστάσεων· σημαντι-
κὸν δὲ ὄντα τοῦ ἀριθμοῦ τῶν τριῶν ὑποστάσεων, οὐκ
εὕκαιρον ἐπὶ μιᾶς αὐτὸν λέγειν, ἵνα μὴ ἐννάγιον τὴν
ἀγίαν Τριάδα ἀποφηνώμεθα. Ὁγὰρ τρὶς ἀριθμὸς ἐφ7
ἑαυτὸν πολυπλασιαζόμενος, τὸν ἐννέα ἀπογεννᾷν
ε. Εἴπομεν, ὡς ὁ δύο κεκτημένος ὀνόματα, διώνυ-
μος λέγεται, καὶ τριώνυμός ἐστιν ὁ τρία ἔχων ὀνό-
ματα, καὶ οὕτε πλείονα, οὕτε ἐλάττονα. Τί οὖν τρί-
τον μόνον ἅγιος ὁ Πατὴρ, ἢ Υἱὸς, ἢ τὸ Πνεῦμα τὸ
ἅγιον ἢ τρισυπόστατος Πατὴρ μόνος, ἢ ὁ ἰὸς
μόνος, ἢ μόνον τὸ Πνεῦμα τὸ ἅγιον, ἴνʼ ἕκαστος
λεχθείη τρισάγιος; μὴ γένοιτο. Ἀλλὰ καὶ ἀπειράκις
ἀπείρως. Ἡ δʼ ἀγία θεότης, ὡς τρεῖς μόνας ὑποστά-
σεις ἔχουσα ἀγίας, εἰκότως ἂν ῥηθείη τρισάγιος.
Ὡστε οὐκ ἐπὶ μιᾶς τῶν ὑποστάσεων χρὴ λέγειν τὸν
Τρισάγιον ὕμνον, ἐνδεικτικὸν ὑπάρχοντα τῶν τριῶν
τῆς θεότητος ὑποστάσεων. Ὡρισμένον γὰρ ἀριθμὸν
οὐκ ἔστιν εἰπεῖν ἐπὶ τῆς ἀορίστου θεότητος, εἰ μὴ
μονάδα μὲν οὐσίας, Τριάδα δὲ ὑποστάσεων. Εἰ γάρ
τις ἡμᾶς ἔροιτο, ἀνθʼ ὅτου βαπτίζοντες,τρίτον ποιού-
μεθα τὴν κατάδυσιν, τί ἂν ἄλλο φαίημεν, ἢ ὅτι καθʼ
ἐκάστην τῶν τῆς θεότητος ὑποστάσεων, μίαν κατά-
δυσιν, καὶ τρεῖς διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων, καὶ
οὐ τρεῖς καταδύσεις καθʼ ἐκάστην τῶν ὑποστάσεων;
ἢ οὕτω γε, ἐννέα τὰς καταδύσεις ἐποιούμεθα· ὅπερ
ἀθέμιτον . Διὸ καθʼ ἐκάστην τῶν καταδύσεων, τό
ὄνομα μιᾶς τῶν τριῶν ὑποστάσεων ἐπιλέγομεν.
Οὄτω καὶ ἐὰν ἐρωτώμεθα. τίνος χάριν τρὶς s τὸ,
ἔγτος, λέγεται. ἀλλʼ οὐ δὶς ἢ τετράκις; διὰ τὴν
τρισυπόστατον θεότητα ἀληθεύοντες φαίημεν. Πῶς
οὖν τὸν Τρισάγιον ὕμνον ἐπὶ μιᾶς τῶν ὑποστάσεων
εἴποιμεν; ψεύστας γὰρ ἐαυτοὺς καὶ παραβάτας τῶν
ἡμετέρων συνιστάνομεν λόγων· ἐκάστη τῶν τῆς
ὑποστάσεων, ῶς φησιν ὁ θεῖος Πασίλειος

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.