PL 23, col. 638

De viris illustribus (Hieronymus Stridonensis), J. P. Migne

In inglese: Jerome. Lives of Illustrious Men 18 · Jerome. Lives of Illustrious Men 19

860 Παπίας Ἰωάννου ἀκροατὴς, Ἱεραπολίτης τῆς
Ἀσίας Ἐπίσκοπος, πέντε μόνους συνέταξε λόγους, οὓς
καὶ ἐπέγραψε, Ἔκθεσις λόγων Κυρίου. Ἐν οἷς λέγων ἐν
προοιμίοις μὴ ἀκολουθεῖν ποικίλαις φήμαις, ἀλλὰ τοὺς
Ἀποστόλους ἔχειν ἡγουμένους, ἔφη· « Κατενόουν τί Ἀνδρέας,
τί Πέτρος, εῤιήκασι, τί Φίλιππος, τί Θωμᾶς, τί
Ἰάκωβος, τί Ἰωάννης, τί Ματθαῖος, καὶ οἳ λοιποὶ τοῦ
Κυρίου μαθηταὶ, τί δὲ Ἀριστίων, καὶ ὁ πρεσβύτερος
Ἰωάννης, μαθηταὶ τοῦ Κυρίου ἐλάλησαν. Οὐδὲ γάρ με
τοσοῦτον βίβλοι εἰς ἀνάγνωσιν ὠφελοῦσιν, ὅσον ζῶσα
φωνὴ, ἥτις ἄχρι τοῦ παρόντος τῶν συγγραψαμένων
ἀκμάζει. » Δηλοῦται δέ ἐξ αὐτοῦ καταλόγου τῶν ὀνομάτων,
ἄλλον εἶναι Ἰωάννην Ἀποστόλον, καὶ ἄλλον εἶναι
πρεσβύτερον Ἰωάννην, ὅντινα ὔστερον μετὰ τὸν Ἀριστίωνα
καταριθμετῖαι. Ταῦτα δὲ εἰρήκαμεν διὰ τὰ προαναφερόμενα,
ἐν οἷς εἴπομεν, τὰς δύο ὑστέρας Ἐπιστολάς

μὴ εἶναι Ἰωάννου τοῦ ἀποστόλου, ἀλλὰ τοῦ πρεσβυτέρου.
Οὗτος λέγεται χιλίων ἐνιαυτῶν Ἰουδαϊκὴν ἐκδεδωκέναι'
δευτέρωσιν, ᾧ ἠκολούθησαν Εἰρηναῖος, καὶ Ἀπολλινάριος,
καὶ οἱ λοιποὶ, οἵτινες μετὰ τὴν ἀνάστασιν φάσκουσιν
ἐν τῷ σώματι μετὰ τῶν ἁγίων τὸν Κύριον βασιλεύσειν.
Καὶ Τερτυλλιανὸς δὲ ἐν τῇ βίβλῳ τῇ περὶ τῆς Ἐλπίδος
τῶν πιστῶν, καὶ Βικτωρῖνος Πεταβῖνος, καὶ Λακτάντιος
ταυτῇ τῇ δοκήσει εἵλκυνται.
CAPUT XIX.
Κουαδράτος τῶν Ἀποστόλων μαθητὴς, παθάντος Πουβλίου
Ἀθηναίων Ἐπισκόπου ὑπὲρ τοῦ Χριστοῦ, εἰς τὸν
αὐτὸν τόπον ὑπεισέρχεται, καὶ τὴν ἐκκλησίαν ἐν μεγάλῃ
ταραχῇ διασκορπισθεῖσαν συνάγει. Καὶ ἡνίκα Ἀδριανὸς
ἐν Ἀθήναις ἐχείμασεν ἐν Ἐλευσῖνι γενόμενος, καὶ 862
πάντα σχεδὸν τὰ τῆς Ἑλλάδος μυστήρια μυηθεὶς, δέδωκεν
ἀφορμὴν ἐπὶ τὸ τοὺς μισοῦντας τοὺς Χριστιανοὺς, καὶ
δίχα βασιλικὴς κελεύσεως κολάσει, ἐπέδωκε βίβλον ὑπὲρ
τῆς ἡμετέρας θρησκείας συντεθεῖσαν, πάνυ χρηστὴν,
καὶ γέμουσαν λογισμοῦ καὶ πίστεως, ἀξίαν τε τῆς Ἀποστολικῆς

Testo del Corpus Corporum (Università di Zurigo).

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.