PL 23, col. 662
De viris illustribus (Hieronymus Stridonensis), J. P. Migne
In inglese: Jerome. Lives of Illustrious Men 46 · Jerome. Lives of Illustrious Men 47 · Jerome. Lives of Illustrious Men 48
Ἡράκλεις ἐπὶ Κομόδου καὶ Σεβήρου βασιλέως τὸν Ἀπόστολον
ὑπεμνημάτισεν.
CAPUT XLVII.
Μάξιμος ἐπὶ τῶν αὐτῶν βασιλέων θαυμαστὸν ζήτημα
ἐν ἐπισήμῳ τεύχει συνέταξε, τουτέστιν, Πόθεν τὸ κακὸν,
καὶ ὅτι ἐκ τοῦ Θεοῦ ἡ ὕλη ἐδόθη.
CAPUT XLVIII.
890 Κάνδιδος βασιλευόντων τῶν προγεγραμμένων,
εἰς τὴν Ἑξαήμερον ὡραίας συνέταξεν ὁμιλίας.
CAPUT XLIX.
Ἀπίων ἐπὶ Σεβήρου τοῦ βασιλέως, ὁμοίως εἰς τὴν
Ἑξαήμερον ὁμιλίας συνεγράψατο.
CAPUT L.
Σέξτος ἐπὶ Σεβήρου τοῦ βασιλέως, βίβλον περὶ τῆς
ἀναστάσεως συνεγράψατο.
CAPUT LI.
Βραβιανὸς ἐπὶ τοῦ αὐτοῦ βασιλέως, ἐξέδωκέ τινα συντάγματα
τῶν Χριστιανῶν δόγματι προσήκοντα.
CAPUT LII.
Ἰούδας περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων τῶν κατὰ
Δανιὴλ ἀκριβῶς ἐξηγήσατο, καὶ χρονογραφίαν τῶν ἀνωτέρω
χρόνων, ἕως τοῦ δεκάτου ἐνιαυτοῦ Σεβήρου τοῦ
βασιλέως συνέταξεν, ἐν ᾗ καταγινώσκεται τὴν τοῦ Ἀντιχρίστου
ἐπιστασίαν, περὶ τοὺς ἰδίους καιροὺς φήσας
πλησιάζειν· τὸ γὰρ μέγεθος τοῦ τότε διωγμοῦ, ὡσανεὶ
παροῦσαν ἐμήνυε τῆς οἰκουμένης ἀπώλειαν.
CAPUT LIII.
Τερτυλλιανὸς πρεσβύτερος, νῦν πρῶτος μετὰ Βίκτωρα
καὶ Ἀπολλώνιον ψηφίζεται τοὺς Ῥώμαϊκοὺς, ἐκ τῆς
Καρχηδόνος τῆς Ἀφρικῆς ὁρμώμενος, πατρὸς κεντυρίωνος
ἀντυπατιανοῦ. Οὗτος δεινὸς καὶ σφόδρα εὐφυὴς ἐπὶ
Σεβήρου καὶ Ἀντωνίνου τοῦ ἐπίκλην Καρακάλου, ἤνθησε,
πολλὰ συντάξας τεύχη, ἅτινα διὰ τὸ πολλοῖς εἶναι
ἐγνωσμένα παραλιμπάνομεν. Συνέτυχον ἐγὼ Παύλῳ ἀπὸ
Κονκορδίας τῆς Ἰταλίας γέροντι ὅστις τοῦ μακαριωτάτου
Κυπριανοῦ νοτάριον, λοιπὸν πρεσβύτην ἔλεγεν, ἔτι νέος
ὢν ἑωρακέναι ἐν τῇ Ῥώμῃ καί ἀκηκοέναι παρ' αὐτοῦ ὡς
οὐδεμίαν σχεδὸν ἡμέραν διετέλεσε Κυπριανὸς ἀναγνωσμάτων