PL 23, col. 698

De viris illustribus (Hieronymus Stridonensis), J. P. Migne

In inglese: Jerome. Lives of Illustrious Men 94 · Jerome. Lives of Illustrious Men 95 · Jerome. Lives of Illustrious Men 96

Ἀστέριος, Ἀρειανικῆς φιλόσοφος αἱρέσεως, ἔγραψε βασιλεύοντος
Κωνσταντίου, εἰς τὴν Ἐπιστολὴν τὴν πρὸς
Ῥωμαίους, καὶ εἰς Εὐαγγέλια καὶ Ψαλμοὺς ὑπομνήματα,
καὶ ἕτερα πολλὰ, ἅτινα παρὰ τῶν τῆς αὐτῆς αἱρέσεως
σπουδαιότερον ἀναγινώσκεται.
CAPUT XCV.
Λουκίφερ, Καρακάλεως ἐπίσκοπος, ἅμα Παγκρατίῳ καὶ
Ἱλαρίῳ τῆς Ἐκκλησίας Ῥώμης Κληρικοῖς, πρὸς Κωνστάντιον
βασιλέα παρὰ Λιβερίου ἐπισκόπου, ὑπὲρ τῆς
πίστεως εἰς πρεσβείαν σταλεὶς, μὴ βουλόμενος ἐπ' ὀνόματι
Ἀθανασίου τὴν Νικηνὴν συνόδον καταλῦσαι, εἰς Παλαιστίνην
ἐξορισθεὶς, θαυμαστῆς ἐγκρατείας καὶ εὐπρεπισμένου
λογισμοῦ εἰς μαρτύριον, συνέταξε λόγον κατὰ
Κωνσταντίου, τοῦτόν τε αὐτῷ ἀπέστειλεν ἀναγνωσθησόμενον,
καὶ μετ' οὐ πολὺ βασιλεύοντος Ἰουλιανοῦ, εἰς τὴν
Καρακαλίνων ἀναζεύξας, ἐπί Βαλεντινιανοῦ βασιλέως

ἐτελεύτησεν.
CAPUT XCVI.
932 Εὐσέβιος, γένει Σάρδος, ἀπὸ ἀναγνωστῶν τῆς
Ἐκκλησίας Ῥώμης, Βαρκελίνσης ἐπίσκοπος, διὰ τὴν τῆς
πίστεως ἐξομολόγησιν παρὰ Κωνσταντίου βασιλέως εἰς
Σκυθόπολιν, κᾀκεῖθεν εἰς Καππαδοκίαν ἐξορισθεὶς ἐπὶ
Ἰουλιανοῦ τοῦ βασιλέως εἰς τὴν ἐκκλησίαν ἀναζεύξας ἐξέδωκεν
εἰς τοὺς ψαλμοὺς ὑπομνήματα Εὐσεβίου τοῦ Καισαρέως,
ἅτινα ἀπὸ Ἑλληνικοῦ εἰς Ῥωμαϊκὸν μετενηνόχει.
Καὶ ἐτελεύτησεν ἐπὶ Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος.
CAPUT XCVII.
Φουρτουνατιανὸς, γένει Ἄφρος, Ἀκυληΐας Ἐπίσκοπος,
βασιλεύοντος Κωνσταντίου, εἰς τὰ εὐαγγέλια κανόνας
διατυπώσας, βραχύτατα ὑπομνήματα λόγῳ ἀγροίκῳ
συνέταξε· διὰ δὲ τοῦτό ἐστιν ἀποτρόπαιος, ὅτιπερ Λιβέριον
Ῥώμης ἐπίσκοπον. ὑπὲρ τῆς πίστεως εἰς ἐξορίαν

ἀπιόντα. οὐ μόνον ὑπενόθευσεν, καὶ ὑπεσκέλισεν, ἀλλὰ
καὶ εἰς ὑπογραφὴν αἱρετικῶν κατηνάγκασεν.
CAPUT XCVIII.

Testo del Corpus Corporum (Università di Zurigo).

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.