PL 73, col. 852

Praeludia (Photius), J. P. Migne

Ἀνεγώσθη ἈΝΔΡΩΝ ἈΓΙΩΝ ΒΙΒΛΟΣ, πολιτείας τε αὐτῶν
καὶ κατορθώματα πρὸς ψυχικὴν προκοπὴν
καὶ ὠφέλειαν ἀπαγγέλλουσα.
Συγκεφαλαίωσις δ' ἦν, ὡς ἔοικε, καὶ σύνοψις τοῦ ΜΕΓΑΛΟΥ
καλουμένου ΛΕΙΜΩΝΑΠΙΟΥ, ὃ ἀπαγγέλλει τοὺς
βίους καὶ τὰ ἔργα τῶν περὶ Ἀντώνιον τὸν Μέγαν, καὶ
τοὺς ἑξῆς ἀκμασάντων. Ὥσπερ γὰρ τὸ καλούμενον ΝΕΟΝ
ΠΑΡΑΔΕΙΣΙΟΝ[Al., παράδεισιν], τὰς τῶν ἔτι νεωτέρων
μέχρις Ἠρακλείου τοῦ βασιλέως, καὶ μικρὸν ἔτι προσωτέρω
πολιτείας καὶ τοὺς ἀσκητικοὺς ἀγῶνας ἀναγράφει.
Ἀλλ' οὖν τὸ προκείmgr;ενον βιβλίον εἰς δύο καὶ εἴκοσι
συγκεφαλαιούμενον ὑποθέσεις, ἑκάστης αὐτῶν καὶ τὸ χρήσιμον
καὶ τὴν κτῆσιν διαφόροις διηγήμασιν ἐμφανίζει.
Ὧν τὸ μὲν πρῶτον κεφάλαιον παραίνεσιν εἰς προκοπὴν

τελειότητος ἐκ διαφόρων προσώπων περιέχει.
Τὸ δεύτερον δὲ, τὸ ἀπὸ τῆς ἡσυχίας δείκνυσι κέρδος.
Τὸ τρίτον περὶ ἐγκρατείας διαλαμβάνει, καὶ ὡς δεῖ τὴν
ἐγκράτειαν μὴ βρώμασι [Al., βρωμάτων] μόνον, ἀλλὰ
καὶ τῶν λοιπῶν τῆς ψυχῆς κινημάτων ὁμοίως ποιεῖσθαι.
Τὸ δὲ τέταρτον, πῶς δεῖ ἀσφαλίζεσθαι ἡμας πρὸς
τοὺς ἀπὸ τῆς πορνείας ἐπανισταμένους ἡμῖν πολέμους.
Τὸ δὲ πέμπτον, περὶ ἀκτημοσύνης, καὶ ὡς δεῖ καὶ τὴν
πλεονεξίαν φυλάττεσθαι.
Περὶ ὑπομονῆς δὲ καὶ ἀνδρείας τὸ ἕκτον.
Καὶ τὸ ἕβδομον, ὅτι δεῖ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν.

Testo del Corpus Corporum (Università di Zurigo).

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.