PG 11, col. 776

βίῳ καὶ ὡς πάντων δαιμόνων καὶ τῶν ἐν ἔθει αὐτοῖς
φανταζομένων καὶ ἐνεργούντων κρείττονα προλαϐόν-
τες, προσκυνῆσαι ἠθέλησαν. ’Ἧκον οὖν ἐπὶ τὴν Ἰου-
δαίαν , ὅτι μὲν βασιλεύς τις γεγένηται ,πειθόμενοι ,
τίνα δὲ βασιλείαν βασιλεύσων (79), οὑκ ἐπιστάμενοι,
ἢ ποῖα γεννηθήσεται, οὑ γιγνώσκοντες ⁸ φέροντες μὲν
δῶρα, ἃ ( ἵν’ οὕτως ὀνομάσω > συνθέτῳ τινὶ ἐκ Θεοῦ
καὶ ἀνθρώπου θνητοῦ προσήνεγκαν σύμϐολα μὲν,ώς
βασιλεί τὸν χρυσὸν (80),ώς δὲ τεθνηξομένῳ τὴν σμύρ-
ναν, ὡς δὲ Θεῴ τὸν λιϐανωτόν · προσήνεγκαν δὲ, μα-
θόντες τὸν τόπον τῆς γενέσεως αὑτοῦ. Ἀλλ’ ἐπεὶ Θεὸς
ἦν, ὁ ὑπὲρ τοὺς βοηθοῦντας ἀνθρώποις ἀγγέλους
ἐνυπάρχων (81) Σωτὴρ τοῦ γένους τῶν ἀνθρώπων,
ἄγγελος ἠμείψατο τὴν τῶν μάγων ἐπὶ προσκυνῆσαι
τὸν Ἰησοῦν εὐσέϐειαν , χρηματίσας αὐτοῖς, ‹ μὴ
ἥκειν πρὸς τὸν Ἡρώδην, ἀλλ’ ἐπανελθεῖν ἄλλῃ όδῴ εἰς
τά οἰκεῖα. ι
Εἰ δ’ Ἡρώδης ἐπεϐούλευσε τῷ γεννηθέντι, κᾶν
μὴ πιστεύσῃ ἀληθῶς τοῦτο γεγονέναι ό παρά τῷ
Κέλσῳ Ἰουδαῖος, οὑ θαυμαστόν. Τυφλὸν γάρ τί ἐστιν
ἡ πονηρία , καὶ βουλομένη. ώς ἰσχυροτέρα τοῦ χρεὼν,
νικᾷν αὑτό. Ὅπερ καὶ Ἡρώδης παθὼν, καὶ πεπίο
στευκε βασιλέα γεγεννῆσθαι Ἰουδαίων, καὶ ἀνομολο-
γουμένην εἶχε τῇ πίστει ταύτῃ συγκατάθεσιν· μὴ
ἰδὼν, ὅτι ἤτοι πάντως (8-2) βασιλεύς ἐστι, καὶ βασι-
λεύσει, ἢ οὑ βασιλεύσει, καὶ μάτην ἀναιρεθήσεται.
Ἐϐουλήθη οὖν αὑτὸν ἀποκτεῖναι, μαχομένας διὰ τὴν
κακίαν ἔχων κρίσεις, ὑπὸ τοῦ τυφλοῦ καὶ πονηροῦ
διαϐόλου κινούμενος, ὃς καὶ ἀρχῆθεν ἐπεϐούλευε τῷ
Σωτῆρι, φαντασθεὶς αὑτὸν εἷναί τινα μέγαν καὶ ἔσε-
σθαι. Ἀγγελος μὲν οὖν ἐχρημάτισε τῷ Ἰωσὴφ, τὴν
ἀκολουθίαν τῶν πραγμάτων τηρῶν , κᾶν μὴ πιστεύῃ
Κέλσος, ἀναχωρῆσαι μετὰ τοῦ παιδὸς καὶ τῆς μητρὸς
αὑτοῦ εἰς Αἴγυπτονο ὁ δ’ Ἡρώδης ἀνεῖλε πάντα τά
ἐν Βηθλεὲμ καί τοῖς ὁρίοις αὐτῆς παιδία, ὡς συναναι-
ρήσων τὸν γεννηθέν-τα Ἰουδαίων βασιλέα. Οὐ γὰρ
ἐώρα τὴν ἀκοίμητον φρουρὸν δύναμιν τῶν ἀξίων
φρουρεῖσθαι καὶ τηρεῖσθαι τῇ σωτηρίᾳ τῶν ἀνθρώ-
πων , ὧν πρῶτος πάντων τιμῇ καὶ ὑπεροχῇ πάσῃ
μείζων ἦν ὁ Ἰησοῦς, βασιλεὺς. οὑχ ώς Ἡρώδης
ᾤετο, ἐσόμενος, ἀλλ’ ώς ἔπρεπε τὸν Θεὸν διδόναι βα-
σιλείαν , ἐπ’ εὐεργεσίᾳ τῶν βασιλευομένων , τῷ οὑ
μέσην καὶ ἀδιάφορον (ἵν’ οὑτως ὀνομάσω) εὐεργετή-
σοντι τοὺς ὑποτεταγμένους, ἀλλά νόμοις ἀληθῶς Θεοῦ
παιδεύσοντι καὶ ὑπάξοντι αὐτούς · ὅπερ καὶ Ἰησοῦς
ἐπιστάμενος, καὶ ἀρνούμενος μὲν τὸ εἶναι, ὡς οἱ
πολλοὶ ἐκδέχονται, βασιλεὺς, διδάσκων δὲ τὸ ἐξαίρε-
τον τῆς ἑαυτοῦ βασιλείας, φησὶ τόο ι El ἦν ὲκ τοῦ
κόσμου τούτου ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται oi
tionem εισι-τι lren. l. lll contra Imm, c. 9, aliale
81) Ἐνυπάρχων. Guietus mavult ὑπάρχων.
81 Ἐνυπάρχων. Uutetus mavult ὑπάρχων.
ἓ82ζ ῌάντως. Sic recte codex uterque Vaticanus.
Libri 'editi, πάντων.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.