PG 130, col. 1293

τομορφία τοῦ κατ’ αὐτοὺς Θεοῦ τὸ σωματοειδὲς καὶ
τὸ τῆς μορφῆς ἀλλόκοτον ἀρκέσει πρὸς ἔλεγχον.
γ’. Λέγουσι τὸν Υἰον καὶ τὸ Πνεῦμα τὸ ἂγιονεὶς τὸν
Πατέρα πάλιν, ἀφ’ οὖ προῆλθον, ἁναλυθῆναι, καὶ
τριπρόσωπον αὑτὸν ἀπο τοῦ πεντακισχιλιοστοῦ ἔτους
ἄχρι καὶ τριάκοντα καὶ τριῶν ὲτῶν χρηματίσαντα
πάλιν γενέσθαι μονοπρόσωπον , ἀσώματον μὲν, ἁν-
Θρωπόμορφον δέ. Φεῦ τῆς πολλῆς ἁναισθησίαςῑ Ὠ
τοῦ πλατέος γέλωτος-ι Ei γὰρ ἀσώματος , πῶς ἀν-
0 ρωπό μο ρφος ;
δ’. Λέγουσι μήτε Υἰὺν εἶναι, μήτε Πνεῦμα ἅγιον
ἄχρι τοῦ πεντακισχιλιοστοῦ πεντακοσιοστοῦ ἔτους, Β qu
ἔκτοτε δὲ λαϐεῖν αὐτοὺς ἀρχὴν τοῦ εἶναι, καὶ ὀνομά-
ζεσθαι, καίτοι τοῦ εὐαγγελιστοῦ Ἰωάννου βρον-
τῶντος ὲν τῷ λέγειν, Ἐν ἀρχῇ ἧν ό Λόγος. καὶ
όΛόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος»
Τὸ δὲ Ἑν ἀρχῇ ἦν ὀ Λόγος, ἴσον ἐστὶ τῷ ’Λεὶῆν
ὁ Λόγος. Εἰ δὲ ὁ Λόγος ἀεὶ ἦν εν τῷ Ungi, καὶ τὸ
Πνεῦμα τὸ ἆγιον ἀεὶ συνῆν ἄρα τῷ Υἰῴ. Καὶ γὰρ
οὐδ’ ὁ παρῖ ἡμῶν προφερόμενος λόγος εὑρίσκεταί
ποτε χωρὶς πνεύματος. υἱ δὲ λέγοντες τὸν Πατέρα
χωρὶς εἶναι τοῦ Λόγου μέχρι τοῦ πεντακισχιλιοστοῦ
πεντακοσιοστοῦ ἔτους, ἄλογον αὐτὸν ἄχρι τότε , καὶ
ἄσοφον , καὶ ἀδύνατον ὁογματίζουσιν , ἵνα τὰ περὶ
τοῦ ἁγίου Πνεύματος ἐάσωμεν, καὶ τὰς ἄλλας ἀτο-
πίας, αἰ τῇ μωρολογία τούτων ἐπακολουθοῦσι.
ε’. Λέγουσιν , ὅτι ὁ μὲν Πατὴρ ἐγέννησε τὸ Πνεῦμα
τὸ ἅγιον, τοῦτο δὲ ἐγέννησε πνευματικῶς τὸν προ-
ὀοτην Ἰούδαν, καὶ τοὺς ἕνδεκα ἀποστόλους. Καὶ
προφέρουσι ῥῆσιν εὐαγγηλικ ν, ’Λίξραάμ , φησὶν,
ἐγέννησε τον Ἰσαὰκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν
Ἰακὼϐ, Ἰακὼέ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς
ἀδελφοὺς αὑτοῦ, περὶ τῆς ἁγίας Τριάδος ταῦτα
γεγράφθαι διατεινάμενοι. Πρῶτον μὲν οὖν οὐ μόνον
Υἱον, ἀλλὰ καὶ υἱωνὸν ἐπεισάγουσι, καὶ οὐχ υἱωνὸν
μόνον, ,ἀλλὰ καὶ δώδεκα τρισεγγόνους ὅσον πρὸς τὸν
Πατέρα. Ἐπ;ιτα εἰ καὶ ὁ Υἱὸς πατὴρ, καὶ τὸ
Πνεῦμα τὸ ἆγιον αὖθις πατὴρ, ἰδοὺ τρεῖς Πατὲρες.
Καὶ πῶς ἕνα ιιατέρα δογματίζοντες ὁμολογοῦσις ῐ) si
Καὶ πάλιν εἰ τὸ Πνεῦμα τῦ ἆγιον υἱὸς τοῦ Υἱοῦ,
ἰδοῦ κάνταῦθα δύο Υἱοί. Καὶ πῶς ἕνα Υἱϊν ὲν τῇ
θεολογὶᾳ τῆς Τριάδος συνομολογοῦσιν, ἵνα τὸν
Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὑτοῦ κατὰ τὸ παρὸν
ἐάσωμεν ;
ς’. Λέγουσι τὸν δαίμονα τὸν παρὰ τοῦ Σωτῆρος
ὀνομασθέντα Σατανᾶν υἱὸν καὶ αὑτὸν εἶναι τοῦ θεοῦ
καὶ Πατρὸς, ὀνομαζόμενον Σαταναὴλ, καὶ πρῶτον
τοῦ Υἱοῦ καὶ Λόγον, καὶ ἰσχυρότερον, am: πρωτό-
τοκον, ὡς εἶναι τούτους ’ἀδελφοὺς αλλήλων. Εἶναι
δὲ τὸν Σαταναὴλ οἰκονόμον , καὶ δευτερεύοντα τοῦ
Πατρὸ, , τὴν αὐτὴν αὑτῶ περικείμενον καὶ μορφνέλν,
⁸ Milli“. Ι, 20

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.