PG 40, col. 504

ἐκ τοῦ τόπου πληροῦμαι τῆς μνήμης πάντων ὁμοῦ
τῶν ἐπ’ αὐτῷ λεγομένων διηγημάτωνο βλέπω τὸν
κηπουρὸν τὸ ἐπιτήδευμα, τὸν ἄπλαστον τὴν ψυχὴν,
τὸν φιλόξενον , τὸν τῆς παραλίας ἐξαίρετον, τὸν τῆς
μεσογείου εὐεργέτην, τῶν ἁγίων τὸν ἆγιον , καὶ τῶν
δεδοξασμένων διὰ Χριστὸν⁶ἐνδοξότερον.
’ἱερὸς μὲν γὰρ καὶ θεσπέσιος ἅπας ό τῶν γεν-
ναίων μαρτύρων κατάλογος , πάθει τὴν ὑπὲρ πάθους
ἀποδοὺς χάριν, αἵματι δὲ τὴν ὑπὲρ αἵματος τῷ Σω-
τῆρι τῶν ὅλων ἀμοιϐὴν ἐκπληρώσας. Πλὴν ἐν αὐτοῖς
τούτοις, οὐ μία τῶν πάντων ή δόξα, οὐδὲ πρὸς ἓν
μέτρον ἴσα τὰ γέρα τοῖς ὅλοις ἀποκεκλήρωται· ἀλλὰ
τὸ πρῶτον καὶ δεύτερον, οὐδὲ ό τῶν ἁγίων ἐκφεύγει
κατάλογος. Αἴτιον δέ οἶμαι τούτου, τὸ λίαν ἀπηκρι-
ϐωμένον τοῦ κριτοῦ καὶ ἀπρόσκλιτον. Ἐφορᾷ γὰρ καὶ
τιμωριῶν μεγέθη, καὶ καρτερίας ἐνστάσεις, καὶ βα-
σανίζων τὰ ἀγωνίσματα, τὰς πρὸς ἀξίαν ἀμοιϐὰς
διανέμει τοῖς ἀθληταῖς. Καὶ παράδοξον οὐδαμῶς, εί
παρά Θεοῦ οὕτω τιμᾶται τὸ δίκαιον, ὁπότε καὶ παρ’
ἡμῖν στρατηγοὶ καὶ ἀγωνοθέται ούκ ἴσοι γίνονται
τοῖς ἀριστεῦσιν, ἢ τοῖς ἀγωνισταίς’ ἀλλὰ δὴ ἑκάστῳ
κατα τὸ μέτρον τοῦ κατορθώματος, τὰς δωρεὰς ἀνα-
λογούσας ἐπιψηφίζουσι.
Ταῦτα δὲ διῆλθον, ἵνα δείξω, ὡς ό σήμερον ἡμῖν
παρασχὼν τοῦ συλλόγου τὴν ἀφορμὴν, τῶν ἐταίρων
καὶ συναγωνιστῶν ἐστι περιφανέστερος. Ol μὲν γὰρ
ἄλλοι, ού πάντες παρά πᾶσι γνωρίζονται, ούδέ βε-
ϐοη μένην ἔχου σι τὴν ἀνδραγαθίαν · Φωκᾶν²⁶ οὐκ ἔστιν
ὃς ἀγνοεῖ· ἀλλ’ ὦσπρ ἀκτὶς ή τοῦ ἡλίου πᾶσιν ὀφθαλ-
μοῖς ἐφήπλωται, οὕτω καὶ ή τοῦ μάρτυρος τούτου
φήμη πᾶσαν ἀκοὴν περιήχησε· καὶ ἵνα συνελὼν
είπω , ὅσοι τὸν Δεσπότην ἐγνώρισαν Χριστὸν , οῦτοι
καὶ τὸν πιστὸν δοῦλον ἐγνώρισαν ο μᾶλλον δὲ, εἰ δο-
κεῖ, τῶν κοινῶν πρὸς τοὺς ἄλλους ἐγκωμίων ἀφέμε-
νος, τά ἐξαίρετα τοῦ μάρτυρος διηγήματα ύμῖν τοῖς
φιλομάρτυσι διηγήσομαι.
Ἥνεγκε τοίνυν τὸν ἅγιον ἄνδρα τοῦτον , τὸ μέγα
Χριστιανῶν ὅφελος, ή γείτων Σινώπη, πόλις ἀρχαία
καὶ γνώριμος, εὔπορος καρτερῶν ³⁷ καὶ φιλοσόφων
ἀνδρῶν. Μὴ γάρ μοί τις λογιζέσθω νῦν τὸ τῆς θρη-
σκείας διάφορον, ἀλλ’ εί σπουδαίων ὅλως ἀνδρῶν τρο-
φὸς καὶ μήτηρ ἐδείχθη. Ἐπιτήδευ μα δέ αὑτῷ τοῦ βίου,
κήπου γεωργία καὶ ἐπιμέλεια, ὅνπερ αὑτοῦ που πρὸ
τῆς πύλης τοῦ ἄστεος ἐπὶ τοῦ στόματος τοῦ ’ἰσθμοῦ
κεκτη μένος, ήσκει φιλοστόνως , ἐαυτῷ καὶτοῖς δεομένοις
παραμυθίαν τοῦ βίου. Ἦνοιγε δὲ καὶ τοῖς ξένοις μάλα
προθύμως τὴν μικρὰν καὶ πενομένην ἐστίαν. Ἐπ-
οικῶν δὲ τῇ λεωφόρῳ, κοινὰ τοῖς ἐπιδημοῦσι προετί-
θει τά ὅντα· καὶ μέσος ⁸⁸ ἦν Λὼτ, ού Σοδομιτῶν,
ἀλλά Σινωπέων. Τοῦ δέ χρόνου προελθόντος, τὴν ἐν·-
. ³⁸ Sirm. νεος.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.