PG 59, col. 206

ἐγὼ τοῦτο λέγω. Τίς οῦν 6 τῆς κακίας δημιουργός ς
Τίς δὲ ἄλλος, ἀλλ’ἢ ἡ ῥᾳθυμία ὴ ὲκ τῆς προαιρέῖ
σεως; Ἀλλ’ ἔδει, φησὶν, ἀγαθοὺς εἶναι μόνους. Καὶ
τί ἴδιον ἀγαθοῦ; νήφειν καὶ ἐγρηγορέναι, ἢ καθεύ-
δειν καὶ ρέγχειν; Kal διατί, φησὶ, μὴ τοῦτο ἐδόκει
εἶναι ἀγαθὸν, τὸ μὴ πονοῦντα κατορθοῦν; Βοσκημὰ-
των μοι ῥήματα λέγεις καὶ γαστριζομένων, καὶ θεὸν
τὴν κοιλίαν ήγουμένων.”οτι γάρ νωθείας ταῦτα τά
ῥήματα. ἀπόκριναί μοι · El βασιλέως ὄντος καὶ στρα-
τηγοῦ, εἶτα τοῦ βασιλέως καὶ καθεύδοντος καὶ με·
θύοντος, ταλαιπωρούμενος 6 στρατηγὸς τά τρόπαια·
ἔστησε. τίνι ἂν ἐλογίσω τὴν νίκην; τίς δέ ἐκαρπώ⁴
σατο τῶν γιγνο·ιένων τὴν ἡδονήνς Ὁρᾷς ὅτι περ’.
[210] ἐκεῖνα μᾶλλον ή ψυχὴ διάκειται, ὑπὲρ ὢν ἐκα-
μες Διά τοῦτο καὶ πόνους ἀνέμιξε τῇ ἀρετῇ, οἰκειῶ-
σαι αύτῇ ταύτην βουλόμενος- Διά δὴ τοῦτο τὴν μὲν
ἀρετὴν, κᾶν μὴ κατορθώσωμεν, θαυμάζομεν ’ τῆςδέ
κακίας, xal ἡδίστης οὔσης, καταγινώσκομεν. Εἰ δὲ λέ-
γεις· Διατί τοὺς φύσει καλοὺς μὴ θαυμάζομεν μᾶλλον
τῶν προαιρέσειτοῦτο δντων; Ὅτι δίκαιον τὸν πονοῦντα
τοῦ μὴ πονοῦντος προτιθέναι. Kal τίνος, φησὶν. ἓνε-
κεν νῦν πονοῦμεν; Ἐπειδὴ τὸ μὴ πονεῖν ούκ ἤνεγκας
μετρίως ο μᾶλλον δέ εἴ τις μετὰ ἀκριϐείας ἐξετάσειε,
καὶ ἄλλως ὴ ἀργία διαφθείρειν ἡμᾶς εἴωθε, καὶ πο-
λὺν παρέχειν τὸν πόνον. Kal εί βούλει, συγκλείσωμεν
ἀνδρα, τρέφοντες αὐτὸν μόνον, καὶ γαστρίζοντες, μήτε
βαδίζειν αὑτὸν ἐῶντες, μηδέ είς ἔργον ἐξάγοντες·
ἀλλ’ ἀπολαυέτω τραπέζης καὶ κλίνης, καὶ τρυφάτω
διηνεκῶς· καὶ τί ταύτης τῆς ζωῆς ἀθλιώτερον γένοιτ’
ἀν; Ἀλλ’ ἓτερον τὸ ἐργάζεσθαι, φησι, καὶ ἕτερον τδ
πονεῖν,Ἀλλ’ ἦν τότε ἐργάζεσθαι χωρὶς πόνων. Καὶ
ενι, φησὶ τ, τοῦτο ; Nal, ἔνι’ τοῦτο καὶ 6 Θεὸς ἠθέλη-
σεν, ἀλλά σὺ οὐκ ὴνέσχου. Διά τοῦτο ἔθηκε γοῦν σε
ἐργάζεσθαι τὸν παράδεισον, ἐργασίαν μὲν ὁρίσας,
πόνον δὲ ούκ ἀναμίξας. Ού γὰρ ἂν, εἴπερ ἐπόνει παρὰ
τὴν ἀρχὴν 6 ἄνθρωπος, τοῦτο ἐν ἐπιτιμίου μέρει μετὰ
ταῦτα έθηκεν.Ἒστι γάρ καὶ ἐργάζεσθαι, καὶ μὴ τα-
λαιπωρεῖσθαι, ὥσπερ οί ἀγγελοι.”οτι γὰρ ἐργάζονται,
ἄκουσον τί φησιο Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν
λόγον αὑτοῦ. Νῦν μὲν γὰρ ἡ τῆς ἰσχύος ἔνδεια πο-
λὺν τὸν πόνον ποιεῖ’ τότε δὲ οὐκέτι τοῦτο ἦν. '0 γὰρ
εἰσελθὼν είς τὴν κατάπαυσιν αὑτοῦ, Κατέπαυσε,
φησὶ, ὡς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν
ἰδίων 6 Θεός ’ ούκ ἀργίαν λέγων ἐνταῦθα, ἀλλά τὸ μὴ
πονεῖν. Ὀ γὰρ Θεὸς ἔτι καὶ νῦν ἐργάζεται, καθὼς 6
Χ ριστό; φησιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται,
κάγὼ ἐργάζομαι. Διά τοῦτο παραινῶ, πάντα ἀποθε-
μένους τά τῆς ὀλιγωρίας, ζηλοῦν τὴν ἀρετήν. Τῆς
μὲν γὰρ κακίας ἡ ἡδονὴ βραχεῖα, ὴ δὲ λύπη διηνεκὴς ·
τῆς δέ ἀρετῆς τούναντίον ἀγήρως ἡ χαρὰ, καὶ πρόσ-
καιρος ὁ πόνος. Κάκείνη μὲν καὶ πρὸ τῶν στεφάνων
τὸν ἐργάτην ἀνίησι τὸν ἑαυτῆς, ταῖς ἐλπίσι τρέφουσα’
αῦτη δὲ καὶ πρὸ τῆς κολάσεως τιμωρεῖται τὸν ἑαυτῆς
ἐργάτην, τὸ συνειδὸς ἄγχουσα καὶ ἐκδειματοῦσα, καὶ
πάντα ὑποπτεύειν παρασκευάζουσα. Καίτοι πόσων
ταῦτα πόνων, πόσων ἱδρώτων χείροναί Εἰ δέ μὴ ταῦτα
ἦν, ἡδονὴ δὲ ἦν ’ τί τῆς ἡδονῆς ἐκείνης εὐτελέστε ρον;
Ὀμοῦ τε γὰρ φαίνεται, καὶ ἀφίπταται μαραινομένη,
καὶ φεύγουσα πρὸ τοῦ κατασχεθῆναι, κᾶν τὴν τών
σωμάτων εἴπῃς, κᾶν τὴν τῆς τρυφῆς, κᾶν τὴν τῶν
ι
e Morel. εἰσάγειν λέγει. Καὶ τί. ἲ Aliqui τό πονεῖν.
Οὐκοῦν ἐχρῆν ἐργάζεσθαι-χωρὶς πόνων; Ναὶ, φησί.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.