PL 96, col. 1231
Epistolae (Adrianus I), J. P. Migne
οὐκ ὀφείλομεν προσκυνῆσαι τοὺς ἁγίους τοῦ Θεοῦ δούλους,
καὶ εἰς μνημόσυνον αὐτῶν συστῆσαι καὶ ἐγεῖραι
τὰς εἰκόνας αὐτῶν, ἵνα μὴ ληθαργηθῶσιν; Ἀλλὰ λέγεις,
ὅτι αὐτὸς ὁ Θεὸς προσκυνεῖσθαι χειροποίητα ἀπηγόρευσεν.
Εἰπὲ, ὦ Ἰουδαῖε, τί ἐστι τὸ ἐπάνω τῆς γῆς
μὴ οὐ χειροποίητον μετὰ τὸ ποιηθῆναι ὑπὸ τοῦ Θεοῦ;
Τί λοιπόν; Ἡ κιβωτὸς τοῦ Θεοῦ ἡ ἐκ τῆς ὕλης Σεθεὶμ
κτισθεῖσα καὶ κατασκευασθεῖσα, οὐκ ἔστι χειροποίητος;
Καὶ τὸ θυσιαστήριον, καὶ τὸ ἱλαστήριον,
καὶ ἡ στάμνος ὅπου ἦν τὸ μάννα, καὶ ἡ τράπεζα,
καὶ ἡ λυχνία, καὶ τὸ σκήνωμα τὸ ἐνδότερον καὶ τὸ
ἐξώτερον, οὐκ εἰσὶν ἐξ ἔργων χειρῶν ἀνθρώπων,
ἅπερ Σολομὼν ἐποίησε; Καὶ ἵνα τί ἅγια τῶν ἁγίων
καλοῦνται, ὑπάρχοντα χειροποίητα; Τί γάρ; τὰ χερουβὶμ,
καὶ ἑξαπτέρυγα κύκλῳ τοῦ θυσιαστηρίου οὐκ
ἦσαν ζῶα καὶ εἰκόνες τῶν ἀγγέλων, ἔργα χειρῶν
ἀνθρώπων; καὶ πῶς οὐκ ἐκβέβληται; ὅτι διὰ προστάγματος
Θεοῦ εἰκόνες ἐγένοντο τῶν ἀγγέλων, ἅγιαί
εἰσι, καὶ ταῦτα ζῶα ἦσαν. Καὶ γὰρ τὰ εἴδωλα τῶν
ἐθνῶν, ὅτι εἰκόνες δαιμόνων ἦσαν, ὁ Θεὸς κατέβαλε
καὶ κατέκρινεν αὐτά. Ἡμεῖς δὲ πρὸς μνημόσυνον τῶν
ἁγίων εἰκόνας ποιοῦμεν, ἤγουν Ἀβραὰμ, Μωσέως,
Ἠλίου, Ἠσαΐου, Ζαχαρίου, καὶ τῶν λοιπῶν προφητῶν,
ἀποστόλων καὶ μαρτύρων ἁγίων τῶν διὰ τὸν Κύριον
συντριβέντων, ἵνα πᾶς ὁ θεωρῶν αὐτοὺς ἐν εἰκόνι
μιμνήσκηται αὐτῶν, καὶ δοξάζῃ τὸν Κύριον τὸν δοξάσαντα
αὐτούς. Πρέπει γὰρ αὐτοῖς τιμὴ καὶ προσκύνησις,
καὶ ἀνατίθεσθαι τὰ ἡμέτερα πρὸς αὐτοὺς κατὰ
τὴν δικαιοσύνην αὐτῶν· ἵνα πάντες οἱ θεωροῦντες
αὐτοὺς σπεύσωσι καὶ αὐτοὶ μιμηταὶ γενέσθαι τῆς
πράξεως αὐτῶν. Ποία γάρ ἐστιν ἡ τῆς προσκυνήσεως
τιμὴ, εἰ μὴ μόνον καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ
προσκυνοῦμεν καὶ ἀσπαζόμεθα ἀλλήλους κατὰ τιμὴν
καὶ ἀγάπησιν; Οὕτω γὰρ τὸν Κύριον ἡμῶν οὐκ ἄλλως
προσκυνοῦμεν, δοξάζοντες μέντοι καὶ τρέμομεν; εἰκὼν
δέ ἐστιν ὁμοιώσεως αὐτοῦ, ὅτι ἐν αὐτῇ ἐγράφῃ. Ἀσεβεῖς
δὲ οἱ τὸ ἀγαθὸν μὴ πράττοντες, μήτε τῶν ἁγίων
μνημονεύοντες, μὴ κωλυέτωσαν τοὺς καλοποιοῦντας,
μηδὲ σκανδαλιζέτωσαν τοὺς τιμῶντας τοὺς ἁγίους
καὶ δούλους τοῦ Θεοῦ, καὶ μνημονεύοντας αὐτῶν.
Μισθὸν γὰρ ἀγαθὸν τῆς καλῆς πράξεως λήψονται· οἱ
δὲ ἀσεβεῖς, καθὼς διελογίσαντο, ἕξουσι τὴν κατάλυσιν
τῆς ἀτιμίας, καθὼς τοῦ δικαίου ἠμέλησαν, ἀποστάντες
ἀπὸ τοῦ Θεοῦ. Διὰ δὲ τὸ μνημόσυνον τῶν
ἁγίων εἰκόνες γράφονται, καὶ τιμῶνται, καὶ προσκυνοῦνται,
ὡς δούλων τοῦ Θεοῦ, καὶ ὑπὲρ ἡμῶν τὴν
θεότητα λιτανευόντων καὶ δυσωπούντων. Ἄξιον δέ
ἐστι
μνημονεύειν τῶν ἡγουμένων ἡμῶν, καὶ εὐχαριστίας
προσφέρειν τῷ. Θεῷ. Ἐκ τοῦ λόγου τοῦ μακαρίου
Ἱερωνύμου πρεσβυτέρου Ἱεροσολύμων· Καὶ γὰρ
ὡς συνεχώρησεν ὁ Θεὸς προσκυνεῖν πᾶν ἔθνος τὰ
χειροποίητα, Ἰουδαίοις δὲ τὰς πλάκας ἐκείνας εὐδόκησεν,
ἃς ἐλατόμησεν ὁ Μωϋσῆς, καὶ τὰ δύο χερουβὶμ
τὰ χρυσᾶ· οὕτω καὶ ἡμῖν τοῖς Χριστιανοῖς ἐδωρήσατο
τὸν σταυρὸν καὶ τῶν ἀγαθῶν ἔργων τὰς εἰκόνας
γράφειν καὶ προσκυνεῖν, καὶ δεῖξαι τὸ ἔργον ἡμῶν.
Λοιπὸν ταύτας αὐτὰς, εὐσεβέστατοι καὶ γαληνότατοι