PG 10, col. 1041

δὲ τοὺς ἐπισκόπους καλεῖ. Τὸ δὲ, πρὸ αὐτῶν τῷ ἀγίῳ
νεύμαει, ἐπήγαγε, δεικνὺς, ὅτι ὅσα ἐν κοινῇ διασκέ-
ψει οἰκονομοῦνται παρὰ τῶν ἐπισκόπων, τὸ ἅγιον
Πνεῦμα ὑποτίθησιν αὐτά. Καὶ ὁ μὲν ἐκκλησιαστικὸς
νόμος οὕτω τούτους κολάζει· ὁ δὲ πολιτικὸς τῷ περὶ
καθοσιώσεωςἐγκλήματι καθυποβάλλει τοὺς τοιούτους.
σησὶ γὰρ κεφάλ. α τοῦ λς· τίτλου τοῦ ξ βιβλίου·
Ὁ περὶ τῶν ἐπιβούλων νόμος ὅμοιός ἐστι τῷ περὶ
lεροσυλίας. Καὶ ἐνέχεται αὐτῷ ὁ κατὰ τοῦ ωμαῖκοῦ
δήμου πλημμελήσας, καὶ σπουδάσας κατὰ δόλον παρὰ
κέλευσιν βασιλέως ἀναιρεθῆναι τοὺς ὀμήρους· ἢ -να
ἔνοπλοι ἄνθρωποι ἐν πόλει κατὰ τῆς πολιτείας ὦσιν,
ἢ να τόπος ἢ ἱερὰ κατασχεθῶσιν, ἢ στασιώδης γέ-
νηται σύνοδος, ἢ ἵνα φονευθῇ ὁ ἄρχων· καὶ ὁ πρὸς
τοὺς πολεμίους γράμμα ἢ ἄγγελον πέμψας ἢ σημεῖον
αὐτοῖς δεδωκὼς, ἢ ἄλλως βοηθήσας αὐτοῖς, καὶ ὑπο-
νοθεύσας στρατιώτας πρὸς στάσιν ἢ θόρυβον κατὰ
τῆς πολιτείας. Καὶ κεφάλ. γ, τοῦ αὐτοῦ τίτλου καὶ
βιβλίου· Ὁ τοὺς πολεμίους ἐρεθίσας, ἢ παραδοὺς αὐ-
τοῖς πολίτην, εἰς κεφαλὴν τιμωρεῖται. Καὶ ἐφεξῆς
διαλέγεται τὸ κεφάλαιον περὶ ἄλλων τινῶν ὁμοίων.
Καὶ ταῦτα μὲν περὶ τῶν αἰχμαλωτισθέντων καὶ ὀμο-
φωνησάντων τοῖς πολεμίοις, καὶ περὶ τῶν μὴ αἰχμα·
λωτισθέντων, ὄμως μέντοι τοῖς πολεμίοις ὀμογνωμο-
νησάντων, καὶ φρονησάντων κατὰ τῆς ωμαῖκῆς
ἐξουσίας. Οἱ δὲ τοῖς κατὰ χέρσον καὶ θάλατταν λῃ-
στεύουσι συλληστεύσαντες, πλειόνως, ὡς ἐμοὶ δοκεῖ,
κολασθήσονται· ὅτι καὶ μείζων ἐστὶ τούτων ἡ κακία.
Οἱ μὲν γὰρ πολέμιοι κατὰ πρόσωπον καὶ γυμνῇ κε-
φαλῇ, τὸ λεγόμενον, τὸν πόλεμον συνιστῶσιν· οt δὲ
λῃσταὶ ἀοράτως καὶ ἀφανῶς ἀπροσδόκητον μελετῶσι
φόνον. θσον οὖν τοῦ προκειμένου κατʼ ὄψιν κινδύνου
ἡ μάχη κουφοτέρα ἐστὶ τοῦ ἀπροσδοκήτου κακοῦ
τῆς τῶν λῃστευόντων ἐπιβουλῆς.
E8A. Ὁσοι μὲν οὖν, φησὶν, αἰχμαλωτισθέντες
ποτὲ, συγκατετάγησαν τοῖς βαρβάροις, καὶ μετʼ αὐ-
τῶν ἐπῆλθον βαρβαρωθέντες τὰ ἔθη· καὶ ὥσπερ ἐπι-
λαθόμενοι, ὅτι ἐκ τοῦ Πόντου ἦσαν Χριστιανοὶ. ὀμο-
φύλους ἐφόνευσαν,ἢ ὀδοὺς ὑπεδείκνυον τοῖς βαρβάροις
ἀγνοουμένας αὐτοῖς, ἢ οἰκίας λανθανούσας αὐτούς· οὗ-
τοι μηδὲ εἰς ἀκρόασιν παραδεχθήτωσαν μετανοοῦντες·
τουτέστιν ἔξω παντελῶς τῆς ἐκκλησίας ἐστηκέτω-
σαν, ἐν τόπῳ δηλαδὴ προσκλαιόντων, ἕως ἂν σκοπή-
σωσιν οἱ ἄγιοι περὶ αὐτῶν κοινῇ συνελθόντες. Ἀγίους
δὲ ἢ τοὺς ἐπισκόπους καλεῖ, ἢ τοὺς πιστοὺς ἀπλῶς
κατὰ τὸν μέγαν ἀπόστολον Παῦλον. Τὸ δὲ, πρὸ αὐ-
τῶν τῷ cγίῳ Πνεύματι,. ἐπήγαγε, δεικνὺς, ὅτι ὅσα
ἐν κοινῇ διασκέψει οἰκονομοῦνται παρὰ ἐπισκόπων,
ἢ καὶ ἀπλῶς τῶν πιστῶν, τὸ ἅγιον Πνεῦμα ὑποτίθη-
σιν αὐτὰ τοῖς περὶ αὐτῶν διασκεπτομένοις.
ANN Iæ.
« Περὶ τῶν οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμησάν-
τῷν ὑποστρεφόντων τάξει ὑποπίπτειν. »

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.