PG 10, col. 1109

χωρίζει κατὰ ταυτὸν τῆς ἀπὸ τοῦ Πατρὸς συναριθ-
μήσεως τὸν Υἱὸν καὶ τὸ Πνεῦμα· δεῖ γὰρ ὥσπερ
μίαν τὴν δόξαν ὁμολογοῦμεν, οὕτως καὶ μίαν τὴν οὐ-
σίαν ἤτοι θεότητα,
καὶ μίαν τὴν ἀειδιότητα τῆς
Τριάδος ὁμολογεῖν.
Κεφάλαιον δὲ τῆς σωτηρίας ἡμῶν ἡ τοῦ Λόγου
σάρκωσις· πιστεύομεν οὖν, ἀναλλοιώτουμενούσης τῆς
θεότητος τὴν σάρκωσιν τοῦ Λόγου γεγενῆσθαι πρὸς
ἀνακαίνωσιν τῆς ἀνθρωπότητος· οὕτε γὰρ ἄλλαξις,
οὕτε μετακίνησις, οὕτε περικλεισμὸς ἐν νεύματι γέ-
γονεν περὶ τὴν ἀγίαν τοῦ Θεοῦ δύναμιν, ἀλλʼ ἡ αὐ-
τὴ διαμένουσα, καὶ τὸ τῆς σαρκώσεως ἔργον ἐπλή-
ρωσεν εἰς τὴν τοῦ κόσμου σωτηρίαν, καὶ κατὰ τὸ ἀν-
θρώπινονἐπὶγῆςπολιτευσάμενοςὁ τοῦ Θεοῦ Λόγος τὴν
θεῖκὴν ἐπὶ πάντα παρουσίαν ὁμοίωςδιεφύλαξεν πάντα
πεπληρωκὼς, ἰδίωςτε σαρκὶ συγκεκραμένος· καὶ τῶν
περὶ σάρκα παθῶν γινομένων, τὴν ἀπάθειαν ἡ δύνα-
μις εἶχεν τὴν ἑαυτῆς· ἀσεβὴς οὖν ὁ τὸ πάθος ἀνάγων
εἰς τὴν δύναμιν· ὁ γὰρ τῆς δόξης Κύριος ἐν ἀνθρω-
πίνῳ σχήματι πέφηνε τὴν ἀνθρωπίνην οἰκονομίαν
ἀναδεξάμενος ἐπὶ γῆς· καὶ ταῖς μὲν πράξεσι τὸν νό-
μον πληρώσας ὑπὲρ ἀνθρώπων, τοῖς δὲ πάθεσι τὰ
παθήματα διαλύσας, καὶ τῷ θανάτῳ τὸν θάνατον.
ἀνελὼν, τῇ δὲ ἀναστάσει τὴν ζωὴν ἀνατείλας· οὗ καὶ
τὴν παρουσίαν ἔνδοξον ἀπʼ οὐρανοῦ προσδοκῶμεν ἐπὶ
τῇ τῶν ὅλων ζωῇ καὶ κρίσει, ἀναστάσεως νεκρῶν
ἐσομένης, εἰς τὸ πᾶσιν ἀνταποδοθῆναι κατʼ ἀξίαν.
Δεινὸν δὲ μελέτημα τινὲς κατὰ τῆς ἀγίας μελετῶσι
Τριάδος, οἱ τρία Πρόσωπα οὐκ εἶναι διῖσχυριζόμενοι,
ὥσπερ ἀνυπόστατον εἰσάγοντες πρόσωπον· διʼ ἦς
ἀποφεύγομεν τὸν Σαβέλλιον λέγοντα τὸν αὐτὸν Πα-
τέρα, τὸν αὐτὸν Υἰόν· Πατέρα μὲν γὰρ λέγει εἶναι,
τὸν λαλοῦντα, Υἱόν δὲ τὸν Λόγον ἐν τῷ Πατρὶ μένοντα.
καὶ κατὰ καιρὸν τῆς δημιουργίας φαινόμενον· ἔπειτα
μετὰ τὴν ἀπάντων πλήρωσιν τῶν πραγμάτων, εἰς
Θεὸν ἀνατρέχοντα· τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ Πνεύ-
ματος λέγει. Πιστεύομεν γὰρ ἡμεῖς ὅτι τρία Πρόσω-
πτα μίαν ἔχοντα τὴν θεότητα δηλοῦνται, Πατὴρ καὶ
τἱὸς καὶ ἅγιον Πνεῦμα· ἡ γὰρ θεότης μία, φυσικῶς
ν Τριάδι μαρτυρουμένη, τὴν ἐνότητα τῆς φύσεως
ἐεβαιοῖ· ὅτι περ καὶ ἴδιον μὲν Πατρὸς κατὰ τὸ, Εἰς
ἐεὸς d Πατήρ· Πατρῷον δὲ τῷ Υἱῷ, κατὰ τὸ, Θεὸς
ν d λόγος· καὶ τῷ Πνεύματι δὲ παρὸν φυσικῶς, τὸν
Πνεῦμα Θεοῦ ὑπάρχειν, καθʼ ὁ λέγει Παῦλος· Nαὸς
θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.
Πρόσωπον μὲν γὰρ ἐκάστου, τὸ εἶνπι αὐτὸ καὶ
φεστάναι δηλοῖ· θεότης δὲ Πατρὸς ἴδιον· καὶ ὁπότε
ιία τῶν τριῶν ἡ θεότης λέγοιτο, τὴν Πατρὸςἰδιότητα
ταροῦσαν Υἱῷ τε καὶ Πνεύματι μαρτυρεῖ· ὥστε εt
ἐν ἐν τρισὶ Προσώποις μία ῥηθήσεται ἡ θεότης, καὶ
Τριὰς διαβεβαιοῦται καὶ τὸ ἔν οὐ διακόπτεται, καὶ
;πρὸς τὸν Πατέρα φυσικὴ Υἱοῦ τε καὶ Πνεύματος
νότης ὀμολογεῖται· εἰ δὲ καὶ Πρόσωπον ἐν λέγει τις,
⁴ 1Cor. vmn, 6. Joan. , 1. ⁵I Cor. m, 16.
(2) tÆconomiam hic vocat totum opus et uego-
um incarnationis et rcdcmptionis per carnc.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.