PG 100, col. 1085

ἀνετυπώθη. Παρά τε γὰρ τῆς αίμόρῤου εἰς τὴν ἐπ’
αὐτῇ θαυματοποιίαν γεγονυῖαν ἡ τοῦ Σωτῆρος
εἰκὼν ἐστηλογραφήθη. Μεθ’ ἧς καὶ ἀχειροποίητοςή
ὲν Ἐδέσῃ τῇ πόλει ⁸ αὐτίκα καὶ ἡ παρὰ τῷ Δουκᾷ
τῷ εύαγγελιστῇ ἱστορηθεῖσα ἀπὸ Ἰεροσολύμων πρὸς
Θεόφιλον τῆς πανὰγνου καί⁸ Θεοτόκου εἰκών. Ἀλλὰ
καὶ ai ἅγιαι ἓξ οίκουμενικαὶ σύνοδοι ταύτας εὑροῦ-
σαι, προσκυνεῖσθαι διετάξαντο καὶ οὐκ ἀποστρέφε-
σθαι. Ἐσῃ δὲ γινώσκων, βασιλεῦ, ὅτι εἰ τοῦτο κρα·
τήσειας, ὑπὲρ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἑτοί-
μως ἀποθανοῦμαι. Ἠ γὰρ τοῦ Χριστοῦ εἰκὼν τὸ
αὑτοῦ φέρει ἅγιον ὄνομα, καθ’ ὃ ὲν σαρκὶ ὤφθη καὶ
τοῖς ἀνθρώποις συνανεστράφη. Δίκαιον δὲ καὶ ἅγιόν
ἐστιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ πάντως ἀποθανεῖν.
’0 γὰρ τὴν εἰκόνα αὐτοῦ ἀτιμάζων, εἰς τὸν ὲν αὐτῇ
ὲγχαραττόμενον ἀναπέμπει τὴν ὕϐριν. ι Ταῦτα.
ἀκούσας, ό παράνομος βασιλεὺς, καὶ βρύξάς ὡς λέων
φερωνύμως, ξιςρήρεις σατράπας ἀποστείλας ὲν τῷ
πατριαρχικῷ οἴκῳ, πυγμαῖς καὶ ὀνειδισμοῖς κατ-
ενέγκαι τὸν ἅγιον τῶν ἐκεῖσε προσέταξεν. Οὖτινος
κατελθόντος, καὶ τοῦ μονήρους βίου συμμετόχου γε-
γονότος, ἦν ἰδεῖν τὴν πόλιν ἃπασαν θρῆνον καὶ κω-
κυτδν οὐκ ὀλίγον ἐκπέμπουσαν, τὴν τοῦ Πατρός ζη-
μιωθεῖσαν μελισταγῆ διδασκαλίαν ο ὡς εἶναι τὴν
ἡμέραν εκείνην, οὐχ ἡμέραν, ἀλλὰ σκότος, καὶ θρῆ-⁸
νον καὶ ούαὶ ἐπὶ οὐαὶ, ὥς φησιν ό προφήτης.
Ἑν δὲ ταῖς δυσείμοσι ταύταις ἡμέραις, ὁ ἀσεϐὴς
Ἀνα στάσιος ἀσεὸε ίας χειρὶ τὴν ἀρχιερωσύνην ἐπιλαμ-
ϐάνεται στρατιωτικῶς, καὶ οὐ ψήφῳ Θεοῦ εὐσεϐείας⁹
ὅστις τὰ τῆς Ἐκκλησίας πάντα τοῖς βασιλείοις παρ-
έδωκεν ³. Ἐν τούτοις οῦν ὲξουσιαστικῶς δραξάμε-
νος ὁ τύραννος τῆς αἱρέσεως, πειρᾶται πα ρευθὺ τὴν
ἁγίαν καὶ Δεσποτικὴν εἰκόνα Χριστοῦ τοῦ Θεοῦ
ἡμῶν, τὴν ἱδρυμένην ὕπερθεν τῶν βασιλικῶν πυλῶν,
ὲν οἷσπερ διὰ τὸν χαρακτῆρα ἡ ἁγία Χαλκῆ λέγεται,
κατενέγκαι καὶ πυρὶ παραδοῦναι, ὃ καί¹ πεποίηκεν.
Ἐν δὲ τῇ αὐτῆς καθαιρέσει ζήλῳ θείῳ ῥωσθεῖσαι
τίμιαι γυναῖκες, καὶ ρωμαλέως είσπηδήσασαι καὶτῆς
κλίμακος δραξάμεναι, καὶ τὸν καθαιρέτην σπαθάριον
χαμᾶζε προσρίψασαι, καὶ τοῦτον διασύρασαι, τῷ
θανάτῳ παρέπεμψαν · καὶ εὐθέως εἰσδραμοῦσαι κα-
ταλαμϐάνουσιν τὸν πατριαρχικὸν οἶκον, λιθοϐολοῦσαι
τὸν δυσσεὸῆ Ἀναστάσιον, καὶ λέγουσαι, ι Μιαρωτάτη
κεφαλὴ, καὶ τῆς ἀληθείας ἐχθρὲ, τούτου γε ἕνεκα τῆς
ἱερωσύνης ὲδράξω, πρὸς καταστροφὴν τῶν ἁγίων
καὶ ἱερῶν ἀναθημάτωνς ι Ταύτην οὖν τὴν ἦτταν μὴ’
φέρων όί ἀνίερος, φυγῇ ἐχρήσατο ἀπὸ προσώπου
τῶν εὐσεϐῶν γυναικῶν · καὶ τῷ τυράννῳ προσφυγὼν,
πέπεικεν αὐτὸν, τοῦ διὰ ξίφους θανατωθῆναι τὰς
ἁγίας γυναῖκας ὲκείνας. Ὃ δὴ καὶ γέγονεν, καὶ ὑπὲρ
τῆς τοῦ Χριστοῦ εἰκόνος ἐναθλήσασαι, τὸ βραϐεῖον
παρά Χριστοῦ ἐκομίσαντο, ὲν τῇ βασιλεία τῶν οὐρανῶν συνευρραινόμεναι μετὰ πασῶν '
φόρων.
ι al. πρι sior/sv.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.