PG 100, col. 217

τις μάλα καὶ⁵ ἐμμελέστατα ἀποφανείται πληροῦσθαι
ἐπ’ αύτῷ ἐκεῖνα δὴ τά ἱερά λόγια φάσκονταο
Βολίς τιτρώσκουσιι ἠ γλῶσσα αὐτῶν· τάφος
ἀνεῳγμένος ό λάρυγξ αὐτῶνθ ταῖς γλώσσαις
αὐτῶν ἐδολιοῦσαν. ιιιθανεύονται μὲν γάρ τῷ λείῳ
καὶ περιχαρεί τῶν λόγων μεμορφωμένοι, τὴν ἀκοὴν
καταθέλγοντες· τιτρώσκουσι δὲ ὅμως, ὡς ἐν βολίσιν
οξείειις, τὰς τῶν ἀμαθεστέρων ψυχὰς, ποικίλοις καὶ
ἀνιάτοις τραύμασι κατὰ βάθους περιαμύσσοντες.
’Πνίκα γάρ δυστρόπως καὶ κακοήθως κατὰ τῆς ἀλη-
θείας προσφέρεται, εὐθὺς ού παρρησιάζεται τὴν
ἀσέϐειαν · εὐγνωμόνως δὲ περὶ τδν ὑγιᾶ διατίθεται
λόγον, ἀπὸ τοῦ δόξαι ὀρθῶς καὶ ἀμέμπτως δοξάζειν,
θηρᾶσθαι τῶν πλειόνων τὴν ἔννοιαν μηχανώμενος,
ἵνα ἐν ᾧ μέλλοι τὰ τῆς οίκείας ἐξερεύγεσθαι πονη-
ρίας, πιθανὸς ὀφθεὶς, ῥᾳδίως ἕλοι τοὺς πειθομένους
αὐτοῦ τοῖς πλάσμασιν. Ἀλλά γὰρ οὐ χρὴ προσ-
επιϐλέπειν τοῖς ῥήμασιν, ἀλλά προσέχειν τοῖς ἔγχει·
ρήμασι. Ταῖς ἀληθείαις γὰρ αἴρεται αύτῷ κατά τῆς
τοῦ Μονογενοῦς οἰκονομίας ὁ πόλεμος,Ἐντεῦθεν ό
Τυφὼς τῆς ἀσεϐείας διαίρεται καὶ πολὺς ἐπιφύεται,
κατά τῶν ἱερῶν ἡμῶν δογμάτων τὴν ἑαυτοῦ ἀντ-
εξανιστὰς κακοδοξίαν ⁸ καὶ οἷς οὐκ ἐξῆν αύτῷ ἐγχειο
ρείνῆ προσϐλέπειν, τούτοις παρᾶ πάντα τὸν τοῦ
δικαίου λόγον καὶ τὴν ίεράν ἡμῶν θεσμοθεσίαν ἀντι-
κιθίσταται, ἐμϐριθέστατά τε καὶ δυσμενέστατα c
ἑαυτὸν ἐπιρρίψας τῇ Ἐκκλησία. Ἐπείπερ δῆλοι
πᾶσι καθίστανται οὓς ὁ Θεὸς ἐν τῇ ἐαυτοῦ Ἐκκλη-
σία illam, τῇ τού μεγάλου ’Δποστόλου μυσταγωγίᾳ
ἡμῖν φανερούμενοι ο παρὸν γάρ τοῖς δημοσίοις καὶ
βασιλικοῖς ἐνασχολεῖσθαι πράγμασιν, ἐπειδὴ τῆς ,
θείας δόξης τὴν οἰκείαν φιλοσαρκίαν καὶ ἐμπάθειαν
προτετίμηκε, ταῖς τῶν ἀγόντων ὑπαγόμενος είσ-
ηγήσεσι, δεινὸν πνεύσας, κατὰ τοῦ εὐσεϐοῦντος
μέρους τὴν χεῖρα καθώπλισε, καὶ τὴν γλῶσσαν κατά
τῆς ὀρθῆς καὶ ἀμωμίτιου ήμῶν παρέθηξε πίστεως.
Εἴ τις οὖν τὸν νοῦν προσέξει καὶ ἀκριϐέστερον ἐπιστήσειε, ῥᾷστα ἂν αὐτὸν ἐπιγνοίη, οὐ μόνον τῇ
ἀληθείᾳ προσκρούοντα, ἀλλ’ ἤδη καὶ ἐαυτῷ ἀγεννῶς περιπίπτοντα.
ι’. ι Ἠ ἁγία τοῦ Θεοῦ, φησὶ, καὶ καθολικὴ ἡμῶν
πάντων τῶν Χριστιανῶν Ἐκκλησία. ι Ποίαν ἐνταῦθα
φὴς Ἐκκλησίαν; ἤρετο ἀν τις αὐτόν. El μὲν ἑτέραν
τινὰ καὶ οἰκείαν ἀποτεμόμενος, ἐν τῇ ματαιότητι
τῶν λογισμῶν φαντασιούμεονος ἀνετυπώσω, σὺν ἂν
εἴη τδ τεχνούργημα. El δὲ δὴ ταύτην τὴν καθ’ ἡμᾶς
εἴποις, πῶς ἁγίαν ἐνταῦθα καλεῖς, ἢν ἐναγῆ καὶ
ἀκάθαρτον ἐν ἑτέροις διά πλείστων ὅσων ἐπινοιῶν καὶ
κακουργημάτων , καὶ λάτριν δαιμονίων ἀποφῆναι
ἐσπούδασας, καὶ ξοάνοις ἀνοσίοις προσκυνήσασαν, καὶ
³⁸⁸ Psal.xut, ‘5. ⁸ Act. xx, 28.
(ti) Vides haud esse ineotericam neque nostro-
runt tantummodo asceticorum, hanc opinionem ,
quod beata AVirgo salutem :eternam (intercedendo
scilicet) nobis conciliet; neque id cum'aliqua Christi
redemptoris ac mediatoris contumelia'cathnliris
dici, prout heterodoxi quidam dictitant. Profecto

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.