PG 100, col. 849

γενέσθαι, καὶ τὴν είρήνην χάριτι καὶ εὐδοκία Θεοῦ βραϐευθῆναι ὲν αὐτῇ εἰς τοὺς αίῶνας τῶν αἰώνων.
. ΕΤΕΡᾼ ΑΠΟΔΕῙΞΙΣ ΠΕΡΙ ΤΩΝ APION ΕΙΚΟΝΩΝ.
276 ALTERA DEMONSTRATIO DE SANCTIS IMAGINIBUS.
Τὸν ἕνα Χριστὸν ὁμολογοῦμεν ἀόρατον καὶ ὁρατὸν,
ἀκατάληπτον καὶ καταληπτὸν, ἀπερίτρεπτον καὶ
περιγραπτὸν, ἀπαθῆ τε καὶ παθητὸν, ἀγραπτον καὶ
γραπτόνο καὶ ἀναθεματίζομεν τοὺς ἐναντίον φρο-
νοῦντας,ὸμόφρονας καὶ συνίστορας, ὑφ’ ὧν ό τῆς θείας
ὲνανθρωπή σεως λόγος κατά φαντασίαν γεγονέναι κα)⁴
δόκησιν ἐδοξάζετο · διὰ τῆς ἀναιρέσεως τῆς εἰκόνος
τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡ μῶν, ὲναναιρουμένης καὶ
τῆς ἀληθεστάτης αὐτοῦ καὶ θεοφόρου σαρκὸς καὶ
μορφῆς* διχῶς γὰρ νοούμενον πᾶν τὸ μηδαμῶς ει-
κονίζεσθαι πεφυκὸς,ῆ ὡς μὴ δν,ἢ ὡς ὃν μὲν,
ἥκιστα δὲ καταλαμϐανόμενον, ὠς ἀόρατόν τε καὶ
κρύφιον, ὁπότερον ἄν τις ἐπὶ Χριστοῦ τοῦ πάντων
ἡμῶν Θεοῦ καὶ Σωτῆρος δοξάσει, οὐκ ἀσεϐὴς φωρα-
θήσεται προδηλότατον; Τὸ μὲν γὰρ, τὸ μὴ γεγονέναι
κατά ἀλήθειαν ἄνθρωπον τὸν Ἐμμανουὴλ διαδεί-ζ
κνυσι· τὸ δὲ, γεγονέναι μὲν, ἐξεστηκέναι δὲ τῶν
ἀνθρωπίνων ίδιοτήτων, καὶ τὴν προσληφθεῖσαν
ἀποϐαλέσθαι σάρκα, καὶ πρὸς τὴν θείαν ἀκαταληο
ψίαν, πάντη τε καὶ αὖθις ἀναδραμεῖν ο ὅπερ ἀλλό-
τριόν ἐστι πασῶν τῶν θεοπνεύστων Γραφῶν, αἳ καὶ
πάλιν αὐτὸν ἐληλυθέναι [pact] κριτὴν δηλονότι τῶν
ὅλων κατά τὰ αὑτά καὶ ὡσαύτως θεαθησόμενον, ὃν
τρόπον ἐθεάθη τοῖς μαθηταῖς αὑτοῦ καὶ ἀποστόλοις
είς οὐρανοὺς ἀναλαμϐανόμενοςο τῆς δὲ Μανιχαῖκῆς
δόξης καὶ δυσσεϐείας τὸ τοιοῦτόν ἐστιν ἀνάμεστον
φρενοϐλαϐοὖς· καὶ περὶ αὑτοῦ τὸ τοῦ θείου Δαϐὶδ
προσφθέγγεται λόγιον τὸ φάσκον, Ἐν τῷ ἡλίῳ
ἔθετο τὸ σκήνωμα αὐτοῦ, τὴν ἀποϐολὴν καὶ ἀπό-
θεσιν αἰνιττόμενον τοῦ Κυριακοῦ δηλαδὴ καὶ θεο-
φόρου σώματος.
' Act. ι, ll. ³ Psal. svnt, 6.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.