PG 101, col. 1161

Πόσοι Ἀστέριοι γεγόνασι καὶ τίς ή δόξα nimim;
’Ότι συνήκμασαν μὲν Ἀστέριοι δύο, ὅ τε τῆς
’Δρείας λύσσης ὑπασπιστὴς, καὶ ό τῶν εὐσεϐῶν
δογμάτων τρόφιμος. Ὃς καὶ τῷ μεγάλῳ μὲν Ἰου-
λιανῷ φοιτῶν τοῖς μοναδικοϊς ὲγυμνάσθη παλαίσμα-
σιν, ἔτιτὸ μειράκιον διεξιών· ὕστερον δὲ καὶ μονῆς
ἀσητικῆς καθηγήσατο, οὗ καὶ μαθητὴς μετὰ καὶ
ἄλλων πολλῶν ἐπισήμων ἀνδρῶν ἐχρημάτισεν 6 πο-
λυθρύλλητος Ἀκάκιος 6 Βεροίας. '0 δὲ Ἀρειανῆς
αίρέσεως ἐρασῖὴς σοφιστικὴν μὲν ὲκ νέων μετή ρχετο Β
τέχνην, καὶ τῇ τῶν Ἐλλήνων ἁνετέθραπτο πλάντγ
ὀψὲ δὲ τὸν Χριστιανισμδν ὑποκρινόμενος είς τὴν τῶν
’Ᾱρειανῶν ἀπέκλινε μοῖραν. Καὶ 6 μὲν δίκην ἔδωκεν
ὲν Ἀντιοχείᾳ. τῆς ἀκολάστου γλώσσης ο ἔργον γεγο-
νὸς τῆς Ἰουλιανοῦ τοῦ θαυμασίου προσευχῆς. '0 δὲ
τὸν ὅσιον είς τὴν κατ’ αὐτοῦ δικαίαν τιμωρίαν διαν-
έστησεν. Ἕτερος οὖν τὸ Θρέμμα τῆς ὀροοξίας, καὶ
, ἔτερος 6 τῆς πλάνης κῆρυξ. Ἀλλ’ οὐδ’ 6 τὴν ἐκφρα-
σιν τῆς μάρτυρος Εὐφημίας ἀνατα ξάμενος, κοινόν τι
φέρει πρὸς τὸν τῆς δυσσεϐείας ὐπέρμαχον “ πρῶτον
μὲν ἐξ ὧν θᾶττον 6 δυσσεϐὴς ἀπέτισε τὴν δίκην⁶ 6
γὰρ τῆς εἰρημένης εἰκόνος λογογραφήσας τὴν ἐκφρα-
σιν, ὡς ἐν τισιν αὑτοῦ τῶν λόγων διαλαμϐάνει, εὶς
βαθῦ γῆρας τοῦ βίου κατήντησεν· δεύτερον, 6 μὲν τῆς
’Δρειανῆς λύσσης ἐπεπλήρωτο · οὗτος δὲ ὲν τοῖς οί-
κείοις λόγοις τὰ τῶν ὀρθοδόξων δογματίζει, οὐκ ὲκ-
μιόντων [1. ἐκ μὴ ὄντων] τὸν Υίὺν καὶ Λόγον τοῦ
Θεοῦ ὡς 6 μεμηνὼς δυσφημῶν Ἀστέριος, ἀεὶ δὲ ὄντα
θεολογῶν καὶ ἀεὶ συνόντα τῷ Πατρί. Τρίτον, 6 μὲν
αἱρετικὸς Ἀστέριος οὐ τῆς Ἀμασείας, ἀλλ’ ἄλλης
τινὸς πόλεως πλησιαζούσης τῇ ’Δντιόχου, μισθὸν τῆς
ἀσεϐείας παρὰ τῶν συναιρεσιωτῶν τὴν ἐπισκοπὴν
εἴληφεν· ἑξῆς καὶ μιτάκλητος ἐν ’Δντιοχείᾳ παρὰ
τῶν ὀμοφρόνων γεγονὼς ἐπὶ συμμαχίᾳ τοῦ δυσσε-
δή ματος, ταῖς τοῦ θαυμασίου Ἰουλιανοῦ προσευχαῖς,
ὡς προείρηται, τὸν βίον ἀθλίως κατέστρεψεν. Ἐπὶ
τούτοις 6 μὲν διδάσκει τὸ ποίμνιον, καὶ φιλοπονείται
περὶτῶν ἀρετῶν, ἀπάσης δείκνυται θεαρέστου πο-
λιτείας καταγώγιον ο 6 δὲ οὐδὲν τοιοῦτον ἔχων ἐπι-
γ ινώσκεται.
ΕΡΩΤΠΣΙΣ ΤΙΓ¹.
Περῖτοῦ ἰακὼὸκαὶ τῆς Λείας.
Ὅτι μεν μετὰ ἑπταετίαν 6 Ἰακὼϐ τὴν Λείαν ἀντὶ
τῆς Ῥαχὴλ εἰς γυναῖκα παρέλαϐε, δῆλον ἡ Γραφὴ
ποιεῖ· καὶ ὅτι ἀντὶ δουλείας ἄλλης, ἑπτὰ καὶ αὐ-
τῆς ἔτη παρατεινομένης, τὴν Ῥαχὴλ ἠγάγετο, καὶ ὲκ
τούτου σαφῶς διδάσκει · εἰ δὲ ὑποσχόμενος τὴν δου-
λείαν εὐθὺς ἐλαϐεν, ἢ καὶ μετὰ τὺ διελθεῖν ταύτην
ὃλην, ὕστερον ἡγάγετο,οὺκ ἁντιπαραδίδωσι σαφῶς,
ἀλλ’ ἀμφίδοξον ὅσον ἀπὸ τῶν ῥημάτων ὑπολείπει ·
πότερον ὑποσχόμενος τὴν δουλείαν εὐθὺς τὸν μισθὸν
τῆς Ῥαχὴλ ἐλαϐεν,ἢ μετὰ τὴν τῶν πόνων ἐπίδειξιν
καὶτῆς ὑποσχέσεως τὴν συμπλήρωσιν, μετὰ τοῦτο πρὸς

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.