PG 103, col. 836

διαμένειν γενόμενον πολλῷ δυσχερέστερον. Πῶς οὗν,
ὃ μὶν ἦν δυσχερέστερον, εἰς πρᾶξιν ἤνεγκεν, ὃ δὶ
ῥᾴδιον, οὒκ ἂν ἔχοι μή παρ’ ὶτὲρου λαϐώνς Πῶς δὲ
καί ἡ γένεσις γῆν τε καὶ ἀέρα καὶ τὰ ἄλλα, ἃ μή
πεποίηκε, διοικεῖ, Ἔργον γὰρ τοῦ πεποιηκότος καὶ
τὸ διοικεῖν, ὅτι καὶ μόνος τῶν ἑαυτοῦ δημιούργημα-
των τήν φύσιν οἶδε, καὶ ὅπως μὶν κρατοῖτο, πόθεν
δὲ συγχέοιτο καὶ διαφθείροιτο. Εἴ δὶ τολμήσαιεν καὶ
τῶν στοιχείων τήν δημιουργίαν ἀνάπτειν ⁷⁸ τῇ εἱμαρ-
μένῃ, [345 Η.] λεγέτωσαν ἡμῖν ποῖος μὲν ἀστὴρ εἷς
τόδε τὸ ζώδιον εἰσελθὼν ἀπετέλεσε τὴν γῆν, ποῖος δὲ
τὸν ἀέρα ἢ τὸ πῦρ ἢ τὸ ὕδωρ. Ἀλλ’ οὐκ ἃν ἔχοιεν λέ·
γειν, εἰ καὶ πλέον ληρεῖν μελετήσωσιν. ⁸Αλλως τε δὲ
εἷ οὐχ ἅπαξ ποιεῖ ὃ ποιεῖ ἡ γένεσις, πολλάκις δὶ τὰ τδ
αὐτά κατά τινας χρόνων περιόδους, δεικνύτωσαν ἡμῖν
πολλάκις μὶν γεγενημένας πολλὰς δλότητας γαιῶν,
πολλὰς δὲ ὑδάτων, πολλὰς δὶ θαλασσῶν, ἒξ ὢν καὶ
κόσμους ἀπείρους συστήσουσιν. Ἀλλά μήν ἀδύνατον
τοῦτο · ἀδύνατον ἄρα καὶ τὸ ἅπαξ τήν γένεσιν ἕν τι
τῶν στοιχείων προαγαγεῖν. El δὲ ἰκ μανίας εἷς μα-
νίαν μεταπίπτοντες ὑπὸ Θεοῦ μὶν δημιουργηθῆναι
φαῖεν τὰ στοιχεῖα, ὑπὸ δὲ τῆς γενέσεως ἀγενήτου καὶ
αὐτῆς ὥσπερ τὸ Θεῖον οὔσης διοικεῖσθαι, ἰκδηλότερον
αὐτῶν τήν ἄνοιαν στηλιτεύουσι ⁷⁷. Διά τί γὰρ τὸ
Θεῖον ἀτάκτῳ γενέσει τὸ οἰκεῖον ὑπέϐαλε δημιούργην
μα; ’Δρ’ ὡς αὑτὸς οὐκ ἔχων τήν τοῦ προνοεῖν σο·-
ιρίαν ς Καὶ τίς ἃν ἐνέγκοι τὸ δύσφημον, τίς δὶ τὸ
ἀνόητον, δημιουργίας μὶν κράτος ἔχειν, προνοίας δὲ
μηδ’ ὅσον ἡ ἄτακτος ἥρπασε γένεσις; Καὶ μυρίοις
ἄλλος ἐσμὸς ἀτοπημάτων ἕπεται. Ei δ’ ὥσπερ ἀγα-μ
θότητι incincti; ὁ Θεὸς, οὕτω καὶ προνοεῖ, περιττὴ
καὶ ματαία ἡ ὶπίνοια τῆς εἱμαρμένης ἤτοι τῆς γενὲο
σεως. Πῶς δὲ ἀγένητος ὁ οὐρανὸς, τοῦ συνθέτου κό-
σμου μέρος ὑπάρχων καὶ περιοχή ; Τὸ γὰρ ἀγένητον
οὔτε περιοχή τις οὕτε τόπος ἑτέρων ἂν εἷή, καθα-
ρεύει ’ὀὶ τῶν τοιούτων τε καὶ παθῶν ἁπάντων. Ἀλλὰ
καὶ ἐξ αὐτῆς αὐτῶν τῆς πλαττομένης ὑποθέσεως
δῆλον ὡς οὔτε ὁ οὐρανὸς οὔτε οἱ ἀστέρες ἀγένητοι.
Καὶ γὰρ τοὺς μὶν αὐτῶν ἀγαθοποιοὺς τόὺς δὶ κακο-
ποιοὺς λέγουσι, [668 R.J καὶ οἷ’κους ἄλλους ἄλλοις
ἀφορίζουσιν, ἒν οἷς γινόμενοι ἄλλοι μὶν κακόνονται,
ἢ πλέον ἢ καὶ ἐξ ἀγαθότητος τραπέντες εἷς κάκωσιν,
οἱ δί τούναντίον ἢ πρὸς ἀγαθότητα κακοὶ ὄντες μετ-
εϐλήθησαν, ἢ πλέον τῆς προτέρας ἠγαθύνθησαν ἀγα-
θότητος. Καὶ πῶς ἂν ἐν τούτοις νοηθῇ ἢ τὸ ἀπαθὶς
ἢ τὸ ἁπλοῦν ἢ τὸ ἀσύνθετον ἢ τὸ ἀγένητον καὶ μυρία
ἄλλαςἘν οἷς καὶ ὁ δεύτερος αύτῷ συναπαρτίζεται
λόγος καὶ τὰ δέκα κεφάλαια, τελευτήσαντα μὶν είς
τὸ κ’, ἀρχὴν δὶ τὸ ι’ ποιησάμενοι.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.