PG 104, col. 445

τερον συναχθέντων, ἐπὶ Θεοδοσίου τοῦ υἱοῦ ’Δρκα-
δίου, γενομένου ἡμῶν βασιλέως, διακοσίων θεοφόρων
Πατέρων ἐκτεθέντα διδάγματα, ὡς κράτος ἀρῤαγὲς
τῆς εὐσεϐείας ὲπισφραγίζομεν, ἕνα Χριστὸν τὸν Υίὸν
τοῦ Θεοῦ καὶ σαρκωθέντσ. κηρύττοντες · καὶ τὴν
αὑτὸν ἀσπόρως τεκοῦσαν ἄχραντον ἀεὶ Παρθένον,
κυρίως καὶ κατὰ ἀλήθειαν, Θεοτόκον δοξάζοντες· καὶ
τὴνληρώδη τοῦ Νεότορίου διαίρεσιν, ὡς ἀπῳκισμένην
θείας μοίρας ἀποδιώκοντες , ἄνθρωπον ίδικῶς, καὶ
θεὸν ίδικῶς, τὸν ἕνα Χριστὸν δογματίζοντος, καὶ τὴν
Ἰουδαῖκὴν ἀνανεοῦντος δυσσέϐειαν · οὺ μὴν ἀλλά καὶ
τὴν ἐν Χαλκηδονίων μητροπόλει ἐπὶ Μαρκιανοῦ, καὶ
αὑτοῦ γενομένου ἡμῶν βασιλέως, τῶν χλ¹ θεοκρίτων
Πατέρων στηλογραφηθεῖσαν πίστιν,ὀρθοδόξως ἐπικυ-
ροῦμεν· ἥτις τὸν ἕνα Χριστὸν τὸν Υίὺν τοῦ Θεοῦ,
ὲκ δύο συντεθέντα τῶν φύσεων, καὶ ὲν δύο ταῖς
αὐταῖς δοξαζόμενον φύσεσι, μεγαλοφώνως τοῖς πέρασι
παραδέδωκε· καὶ Εὑτυχέα τὸν ματαιόφρονα, τὸν
δοκήσει τὸ μέγα τῆς οἰκονομίας μυστήριον τε-
λεσθῆναι ἀποφηνάμενον, ὡς ἀποτρόπαιον τι καὶ
μίασμα, τῶν ιερῶν τῆς Ἐκκλησίας περιϐόλων ἀπ-
ήλασε ο σὺν αὺτῷ δὲ καὶ Νεστόριον καὶ Διόσκορον, τὸν
μὲν τῆς διαιρέσεως, τὸν δὲ τῆς συγχύσεως, ὑπ-
ερασπιστήν τε καὶ πρόμαχον, τοὺς ὲκ διαμέτρου τῆς
ἀ.εϐείας πρὸς ἓν ἐκπεπτωκότας ἀπωλείας καὶ
ἀθεότητος βάραθρον· ἀλλὰ γε καὶ τὰς εὐσεϐεῖς
φωνὰς τῶν ρξε’ θεοφόρων μακαρίων Πατέρων τῶν
κατὰ ταύτην τὴν βασιλίδα πόλιν συναγηγερμένων
ἐπὶ ἰουστινιανοῦ τοῦ τῆς εὐσεϐοῦς λήξεως γενομένου
ἡμῶν βασιλέως, ὡς ὑπὸ τοῦ Πνεύματος ἐξενεχθείσας
γὶνώσκομεν, καὶ τοὺς ὑφ’ ἡμᾶς ὲκδιδάσκομεν · οἳ
Θ;έδιυρον τιν Μοψουεστίας τὸν Νεστορίου διδάσκα-
λον, Ὠριγένην τε, καὶ Δίδυμον, καὶ Εὑάγριον, τοὺς
τὰς Ἑλληνικὰς ἀναπλασαμένους μυθοποιίας, καὶ
σωμάτων τινῶν καὶ ψυχῶν ἡμῖν περιόδους καὶ
ν ἀλλοιώσεις ἀναπε μπάσαντας ταῖς τοῦ νοῦ παραφοραῖς
τε καὶ ὀνειρώξεσι, καὶ είς τὴν τῶν νεκρῶν δυσσεϐῶς
ὲμτίαροινήσαντας ἀναϐίωσιν, τάτε γραφέντα παρὰ
θεοδωρήτου κατὰ τῆς ὀρθῆς πίστεως καὶ τῶν ιβ’
κεφαλαίων τοῦ μακαρίου Κυρίλλου, καὶ τὴν λεγο,
μένην ἰϐα ἐπιστολὴν, συνοδικῶς ἀνεθεμάτισαν τε
καὶ ἐϐδελὺξαντο · καὶ τὴν ὑπὸ τῆς ἑναγχός γε aov-
αοροισθείσης κατὰ ταύτην τὴν βασιλίδα πόλιν, ἐπὶ
τοῦ ὲν θείᾳ τῇ λήξει γενομένου ἡμῶν βασιλέως Κων-
σταντίνου ἐκ τῆς ἁγίας συνόδου πίστιν, ἠ μειζόνως
τὺ κῦρος ἐδέξατο, δι’ ὦν 6 εὐσεϐὴς βασιλεὺς σφρα-
γῖσι τοὺς ταύτης τόμους κατησφαλίσατο, πρὸς τὴν
ὲν τῷ παντὶ αιῶνι ἀσφάλειαν, καὶ αὖθις ὁμολογοῦμεν
φυλάττειν ἀπαρεγχείρητον ο ἢ δύο φυσικὰς θελήσεις,
fimi. θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας, ἐπὶ τῆς
ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ, δοξάζειν ἡμᾶς θεοφιλῶς
διεσάφησε ³ τοὺς τὸ eoos; τῆς ἀληθείας δόγμα παρα-
χαράξαντας, καὶ ἓν θέλημα καὶ μίαν ἐνέργειαν, ἐπὶ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.