PG 105, col. 497

τῷ Θεῷ · ἧς τὴν ἐπισημότητα καὶ περιφάνειαν, τοῦ
τε ναοῦ ὑπέρκαλον ἀγλαΐαν καὶ μεγαλοπρέπειαν, καὶ
τὴν ὅλην ἀγιοπρέπειαν καὶ δόξαν, ὡς λόγου κρείττω,
ταῖς ὕψεσι παραχωροῦντες, ἐπὶ τὰ ἐξῆς τοῦ βίου
προΐωμεν. Ἐν τούτοις τοίνυν ὸ ὅσιος ἐνώπιον εὐαρε-
στῶν Κυρίου, ψήφῳ μὲν θείου Πνεύματος, ψήφῳ δέ
τῶν ὑπὲρ εὐσεϐείας ἀγωνιζομένων καὶ δεδιωγμένων
θεοφόρων ἱεραρχῶν, τῆς ἁγίας ἱερωσύνης ἀξιοῦται’
καὶ χειρὶ μὲν Βασιλείου (τῆς κατὰτὸ Πάρεον δὲ οὗ·
τος ἱερᾶς ἐκκλησίας ἀρχιερεὺς ὢν, πλείσταις ὅσαις
ὑπὲρ τῶν ἱερῶν εἰκόνων θλίψεσι τότε προσωμίλει καὶ
διωγμοῖς), τούτου χειρὶ τὸ φαινόμενον, αὐτουργία⁵ δὲ
τοῦ παναγίου Πνεύματος τὸ νοούμενον, πρῶτον μὲν
ἀναγνῶστης, ῆτοι τῶν θείων ἱεροκήρυξ Γραφῶν, εἶτα
ὒποδιάκονος, εἶτα διάκονος, καὶ ἱερεὺς μετά ταῦτα,
τάξει καὶ νόμῳ πνευματικῆς καθίσταται ἀκολουθίας.
Ἦγωνίζετο δὲ ἀεὶ πολλαπλάσιον τῷ εὐεργέτῃ τὸ τῆς
χάριτος τάλαντον ἀποδιδόναι, καὶ μὴ τῇ ὀκνηρίᾳ
καταχῶσαι, ἀλλά τῇ προθυμίᾳ περισσεῦσαι· ὥσπερ
δὲ τῷ μοναδικῷ βίῳ πολλοὺς διὰ τῆς οἰκείας ἀσκή-
σεως προσηγάγετο καὶ σπουδῆς, οὕτω διὰ τῆς ίερα-
τικῆς πάλιν ἀναρίθμητα πλήθη παίδων βαπτίζων
ἓσφράγιζε Θεῷ. Ἐπὶ πολὺ γάρ τῆς αἱρετικῆς ἀχλύος,
οἷα νυκτὸς χαλεπῆς ἐπικρατούσης, καὶ τῆς τυραννί-
δος δέ τῶν ἀνιέρων ἐπικειμένης μισθωτῶν, πάντες
ὀλίγου δεῖν ἄνθρωποι, ὅσοι κατά τὸ Βυζάντιον τῆς
ὀρθοδόξου πίστεως ἀντείχοντο, καὶ ὅσοι δὲ Βιθυνίου,
καὶ τὰς ἐχομένας κατῴκουν κωμοπόλεις, ἄλλος ἄλλον
ταῖς ὑπὲρ τοῦ Ἰγνατίου διανιστῶντες εὐφημίαις, τὰ
οἰκεῖα τέκνα προσῆγον, καὶ δι’ αὐτοῦ βαπτίζεσθαι
ταῦτα καὶ ἀγιάζεσθαι καττλιπάρουν. Καὶ ἦν ὁρᾷν
τοῦτον, ὥσπερ ἕνα τῶν πρότερον Χριστοῦ μαθητῶν,
ἔργον τοῦτο ποιούμενον, τοὺς πρὸς αὐτὸν ίὸντας, ὡς
ὑπὸ Χριστοῦ πεμπομένους προθύμως καταδέχεσθαι,
διδάσκειν τε καὶ νουθετεῖν πάντα ἄνθρωπον, ἀντέχε-
σθαι μέν τῆς ὀρθοδόξου πίστεως, ἀπέχεσθαι δὲ τῆς
τῶν αίρετικῶν δυστροπίας καὶ φρενοϐλαϐείας, καὶ πά-
σης μένὲαυτοὺς ρυπαρίας, καὶ παντὸς ἀνακαθαίρειν
πνεύματος μολυσμοῦ καὶ σαρκὸς, πάσης δὲ ἀρετῆς
ἐπιμελεῖσθαι καὶ κοσμιότητος καὶ σωφροσύνης · ταῦτα
καὶ τὰ τούτοις ὅμοια τοὺς πατέρας παιδεύων καὶ¹
νουθετῶν, τά τούτων βρέφη προκατηχῶν ὁ μακάριος,
δι’ ὕδατος καὶ Πνεύματος ήγίαζε τῷ Θεῷ,
'0 μὲνοῦν κατὰ τῆς Ἑκκλησίας τότε χειμὼν βα-
ρὺς, καὶὴ κατά ἱερέων δίωξις χαλεπὴ, ὅσοι Χρι-
στοῦ τῆς εἰκόνος διὰ τὸ πρωτύτυπον προκινδυνεύειν
εἴλοντο δεῖν· εὔδιος δὲ πᾶσι καὶ γαλήνιος ὅρμος τοῖς
χειμαζομένοις, ὁ ίερὸς Ἰγνάτιος καὶ ὅλος αὐτοῦ ὸ
οἶκος παρὰ τῆς τοῦ Ὑψίστου προητοίμαστο δεξιᾶς.
ξ Τ ίς γὰρ τῶν ὑπὲρ εὐσεϐείας θλιϐομένων οὐχ εὕρισκεν
ἐκεῖθεν αὐτάρκη τῶν θλίψεων ἀναψυχήν; τίς τῶν ἐν
ὑπερορίαις καὶ δεσμοῖς κατεχομένων, καὶ λιμοῖς κατ-
αγχομένωνξ, οὐ τῆς δεούσης ἐτύγχανε παρηγορίας,
καὶ ἄφθονον εἷχε τῶν ἀναγκαίων τὴν ἐπιχορηγίαν
παρ’ αὑτοῦ; Οἱ δὲ τὰς τῶν τυράννων φέροντες χεῖ-
ρας, καὶ τῶν ἰδίων ὑπάρξεων στερούμενοι καὶ ὲκπὶ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.