PG 105, col. 500
μύθιον καὶ τῶν λυπηρῶν εἶχον ἀπαλλαγὴν. ἦ τον
μέγαν ’ῐγνάτιον καὶ Προκοπίαν, τὴν αὑτοῦ λέγω
μητέρα, καὶ τὴν ἀδελφὴν, ἐπιπολὺ τῷ βίῳ παρατε-
ταμένας, καὶ οὕτως ἀφειδῶς τε καὶ ἱλαρῶς τὸν πλοῦ-
τον ἐκκενούσας, καὶ τὸν ἔλεον μιμουμένας τοῦ Θεοῦ,
ὡς ἐπ’ αὐτοῖς ἀληθῶς τὺ ἱερὸν ἐκεῖνο πληροῦσθαι
λόγιον. Ὀλην γὰρ, ὡς εἰπεῖν, τὴν ἡμέραν ἠλέουν καὶ
ὲδάνειξον, καὶ τὸ σπέρμα αὐτῶν εἰς εὐλογίαν ἦν. Ὁ
μὲν οὖν οὕτω τοῖς ἀγωνισταῖς συνηγωνίζετο, τοῖς
κακοπαθοῦσι συνεπάθει, τοῖς δεομένοις ἐπήρκει, καὶ
τῇ θλίψει μὲν τοῖς θλιϐομένοις ὑπέμενε amomo-
μενος’ τῇ προσευχῇ δὲ προσκαρτερῶν ἀδιαλείπτως,
καὶ τῇ εὐχαριστίᾳ, καὶ τῇ κοινωνίᾳ τοῦ ἄρτου, καὶ
ταῖς τῶν ἁγίων χρείαις, κατὰ τὸν Ἀπόστολ.ον,κοινω-
νῶν, οὕτω πρὸς τοὺς μείζους ὑπὲρ τῆς ἀρετῆς ἀγῶ-
νας ἡτοιμάζετο. Οὕτω δὲ τὴν μέλλουσαν ἐπ’ αὐτὸν
ὲμφανήσεσθαι χάριν τῆς ίεραρχίας ὁ θαυμάσιος τοῖς
ὁρῶσιν ἐπεδείκνυεν, ὣστε καὶ Θεοφάνην ἐκεῖνον τὶν
μέγαν ἐν τοῖς ὑπὲρ εὐσεϐείας ἀγῶσι, καὶ πολὺν ἑν
σημείοις καὶ Θαύμασι, τὸν τῆς καλουμένης Σιγρια-
νῆς λέγω μονῆς οἰκιστὴν, ὲπιδεδημηκότι ποτὲ προς
αὑτὸν τῷ¹μακαρίῳ νέῳ ἔτι τυγχάνοντι, τὴν δεξιὰν, ὡς
λόγος, ἐπιϐαλεῖν, καὶ ὡς πατριάρχην αὐτὸν εὐλογεῖν,
Ἐν τούτοις τοίνυν αὐτοῦ διαπρέπον-τος τοῖς κατορ-
θώμασι, τελευτᾷ μὲν ὁ Θεόφιλος, είς Θεοδώραν δὲ
τὴν εὐσεϐεστάτην βασιλίδα, τὴν τιμιωτάτην τῶν
γυναικῶν καὶ πιστοτάτην, περιέστη τὰ τῆς ἀρχῆς·
ἔτι δὲ νήπιος κομιδῇ τότε Μιχαὴλ ὁ υἱ).ς ἦν. Ἐντεῦ-
Θεν ἡ μὲν κατὰ τῶν ἁγίων εἰκόνων αἵρεσις ἐκλείπει ·
τὸ ἁγίασμα δὲ τῆς ἱερᾶς Ἐκκλησίας ἐξανθεῖ. Ἑν-
τεῦοεν καὶ Ἰωάννης, εὐθὺς 6 δυσώνυμος Ἰαννῆς (δν
καὶ λεκανομάντιν ἔλεγον, καὶ τῆς Θεοφίλου πλάνης
ὑπαίτιον), τοῦ πατριαρχικοῦ θρόνου καὶ τῆς ἱερωσύ-
νης ἐνδίκως καθαιρείται, ἀνίσταται δὲ πέρας σωτη-
ρίας τῷ λαῷ τοῦ Θεοῦ Μεθόδιος δ καλὸς ὅντως τῶν
Χριστοῦ προϐάτων ποιμὴν, καὶ τῶν ὸρθῶν τῆς Ὲκο
Ἀλησίας δογμάτων ὀρθοτάμος ὑςρηγητήςε ὃς πολλοὺς
δτι μάλιστα πόνους καὶ κινδύνους ὑπὲρ τῶν ἁγίων
πρότερον ὑπομεμενηκὼς εἰκόνων, ἀνίσταται μὲν
Θεοῦ ψήφῳ καὶ τῆς βασιλίδος συνεργίᾳ πρόεδρος τῆς
Ἐκκλησίας Κωνσταντινουπὸλεως ’ καθαιρεῖ δὲ πάν-
τας καὶ κατασπᾷ τῶν ἐκκλησιῶν, ὅσοι τῷ μύσει τῆς
αἱρέσεως ὑπήχθησαν· ἀνίστησι δε Ἐκκλησίαν καινὴν,
ἱερεῖς τε καὶ ἀρχιερεῖς ἐπὶ τῷ θεμελίῳ τῆς κατ’ αὺ-
τὸν ὀρθοδόξου πίστεως προεχειρίσατο. Καὶ γὰρ τῶν
αἱρεσιωτῶν, ὡς ἤδη καὶ πρότερον ἐπὶ Ταρασίου τοῦ
θείου καὶ ἱεροῦ ποιμένος, καὶ τῆς εὐσεϐοῦς Εἰρήνης,
ἀνατεθεματικὸτων μὲν τὴν αἳρεσιν, καὶ οὕτω συγκε-
χωρημένων, παλινδρομησάντων δὲ, καὶ πρὸς τὴν
αὐτὴν αὖθις λύμην ὑπενηνεγμένων · τούτων μὲν οὖν
τελείαν καθαίρεσιν καὶ διηνεκῆ Νικηφόρος τε ἐτι τῷ
βίῳ περιὼν ὁ μέγας, καὶ αὐτος οὗτος Θεοβουλεύτως
ὁ ἱερὸς καταψηφισάμενος Μεθόδιος, καὶ τοῦ θεοφό-
τ pou ταῖς ὑποθήκαις Ὶωαννικίου κατὰ πάντων τῶν