PG 105, col. 505

σίας τοὺς οἴακας τὴν ἀρχὴν ἐγχειριζόμενος, ἔγγρα-
φον ὅρκον ἐθέμην, μηδεμίαν τῆς ’βασιλείας ὑμῶν
ἐπιδουλὴν. ἢ οἱανοῦν ἐπήρειάν ποτε διαλογίσασθαι.
Καὶ νῦν τί τὸ ἀδίκημα τῶν βασιλίδων; καὶ τίς ἡ
κατ’ αὐτῶν αἰτία,ὃτι τὸ ὑμέτερον κράτος ταῦτα κατ’
αὐτῶν διενοήθη; Οὕτως εἰπόντος τοῦ ἀρχιερέως,
καθοσιώσεως τοῦτον Βάρδας ἐγράψατο γραφὴν, [⁷η-
σοΰασίλευτον ἔναντι τοῦ βασιλέως διαλοιδορούμενος.
Ἦν δὲ ὸ Γήϐων οὗτος ἐπίληπτος ἄνθρωπος, καὶτὰς
φρένας οὐ πάνυ καθεστηκώς · ὃς πρὸ ὀλίγων ἐκείνων
ἡμερῶν ἀπὸ τοῦ Δυρραχίου παρεγένετο, σχῆμα μὲν
περικείμενος κληρικοῦ, παῖδα δὲ ἐαυτδν τῆς βασιλί-
δος Θεοδώρας ἐξ ἀνδρὸς ἐτέρου ληρῶν ο ᾧ oi πολλοὶ
τοῦ δήμου ὡς βασιλεύειν μέλλοντι προσέσχον· τότε
οὲ ὲν Ὀξείᾳ τῇ νήσῳ ὑπὸ ἀσφαλεῖ συνείχετο φρουρᾷ.
'U μὲν οὖν πατριάρχης ἐν ὑπονοίᾳ διὰ ταῦτα 7τῷ
Μιχαὴλ καταστὰς, εὐθὺς ὑπενόστει πρὸς τὴν ἐκκλη-
σίαν. '0 δὲ παραχρῆμα τὴν μητέρα καὶ τὰς ἀδελφὰς
καταγαγὼν, ἐν τοῖς Καριανοῦ λεγομένοις ἀπενεχθῆ-
ναι κελεύει καὶ καρῆναι. Μετὰ μικρὸν δέ καὶ αὑτὸν
ἀπελαύνει τοῦ πατριαρχείου τὸν Ἰγνάτιον, καὶ προς
τὴν νῆσον Τερὲὁινθον αὐτὸν ύπερορῖζει· κατ’ αὐ-
τὴν δὲ τὴν ἡμέραν καὶ Γήΰονα ἐκεῖνον ἀπὺ τῆς
Ὀξείας εἰς Πρίγκιπον μετενεγκὼν, τά τε σκέλη καὶ
τοὺς βραχίονας ἐξέκοψε, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύ-
ξας, ἀπέκτεινεν αὑτὸν, οἰόμενος ταύτῃ τὸν πατριάρ-
χην ἀμυνεῖσθαι. Οὔπω τρεῖς μετὰ τὴν κατάὸασιν δι-
εληλύθεισαν ἡμέραι, καὶ παρῆσαν τῶν ἐπισκόπων ol
νομιζόμενοι λογάδες, λίϐελλον ἀποταγῆς, ἤτοι παραί-
τησιν , διὰ τὴν ἐνεστῶσαν τοῦ καιροῦ κακίαν ἀξιοῦν.
τες λαϐεῖν παρ’ αὐτοῦ. Καὶ ταῦτα sive“ Οἱ ἐγγρά-
φως αὑτῷ πρότερον ὀμωμοκότες, καὶ αὐτῆς ἐκπεσεῖν
τῆς ὑπερουσίου Τριάδος εὐξάμενοι, εἴγε τὸν οἰκεῖον
ποιμένα ἄνευ καταγνώσεως ἀθετήσαιεν κανονικῆς.
Ἀλλ’ αὐτοὶ μὲν ὑπέστρεφον ἀνήνυτα πεπονηκότες.
Μετ’ ὀλίγας δέ αὖθις ἡμέρας πατρίκιοι καὶ τῶν κρι-
τῶν ol ἐπιφανέστατοι σὺν τοῖς προλαϐοῦσιν ἐπισκό-
ποις ἐξιόντες, πάσαις μηχαναῖς, ὑποσχέσεσι τε καὶ
ἀπειλαῖς τὸν θρόνον ἐγγράφως παραιτήσασθαι κατ-
εϐιάζοντο, εἴγε μὴ μέλλοι είς προφανῆ καθεῖναι κίν-
δυνον ἑαυτόν. Ἔμενε δὲ ἀμετάθετος οὐδὲν ἦττονῆ
Ι)
πέτρα παράλιος εἰς βάθος γῆς ἐρῤιζωμένη, καὶ πά-
σαις ἀνένδοτος κυμάτων ἐπιφοραῖς. Ἐπειδὴ οὖν οὐκ
εἶχον εὐλόγως παρανομεῖν, οὐδεμιᾶς αὐτοῖς ἀπὸ τοῦ
ἀνευθύνου προφάσεως ἐνδιδομένης, γυμνῇ λοιπὸν τῇ
κεφαλῇ, καὶ ἀναιδεῖ προσώπῳ, κατὰ τὸ ᾀδόμενον,
πρὸς πᾶσαν ἐχώρουν ἀδικίαν καὶ παρανομίαν. Ὀ
μὲν οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἅτε Θεὸς
ἀληθινὸς καὶ ἀληθινοῦ [ἰατρὸς ὦν, οὐ τῷ Θεὸς εῖναι
μόνον προαιώνιος. τὰ πάντα πρὸ τῆς αὐτῶν γενέσεως
οἶδεν, ἀλλὰ καὶ τῷ ἄνθρωπος ὑπὲρ ἡμῶν γενέσθαι,
τῷ τεθεωμένῳ νοῒ τὰ πάντα προκατανοῶν, Ἀνάγκη,
ί Matth. xvtu, 7.
(ὖ) Gebobasileutum, hoc est, Gebonis stolidi hominis, et imperium temere_ all'ectantis, parti faven-
tem.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.