PG 105, col. 941

βασανίζων καλῶς, καὶ διὰ τῆς χάριτοῆτὸν αὐτῷ μετὰ
τρόπου κοσμούμενον, κοινὸν προτιθεὶς τοῖς βουλο-
μένοις ἀρχέτυπον. Τοιοῦτον οῖδα καὶ Ἰωσὴφ, τὸν ὲν
πόνοις μὲν γενναιότατον, ὲν δ’ ἀρεταῖς ἁπαράμιλλον,
τῷ δὲ περιόντι τοῦ λόγου τοῖς ἀνέκαθεν ἁγίοις, κατά
τὴν δεδομένην παρά τοῦ Πνεύματος δύναμιν , μελ-
ῳδιχοὺς ὑμνητηρίους ὲμπαρενείροντα.
β’. Τοῦτον ἔδει μὴ παραδραμεῖν τὸν ἐραστὴν τοῦ
λόγου, καὶ τὸ περιὸν τῆς ἀρετῆς δυσωπούμενον,
ἀλλ’ ὃ ἐκεῖνος ἐν ἄλλοις πολλοῖς ὲκτετέλεκε, τοῦτο
πάντως λαϐεῖν παρὰ τῆς ἡμῶν ταπεινότητος. Εἰ γὰρ Β
καὶ οὐχ ὡραῖος ὕμνος, κατὰ. τὸν Ὑμνογράφον, ἐν
στόματι τοῦ ἀμαρτωλοῦ , πλὴν ἀλλ’ ἡ προθυμία καὶ
τὸ ζέον τῆς διαθέσεως ἕλξει τὸν εὐφημούμενον πρὸς
τὸ τὰ λιτᾶ ταῦτα καὶ πενιχρὰ παραδέξασθαι · οὐ γὰρ
τὸ ἴσον ἀντιζητήσει παρὰ τῆς ἡμῶν οὐθενότητος·
οἷς γὰρ κατὰ τὴν ἀναλογίαν οὶ βίοι κατὰ διάμετρον
ἀφεστήκασι, τούτοις ἀναλόγως καὶ ὀ λόγος ἀποσχοι-
νίζεται. Λαλήσω γοῦν παρὰ μέλος τῷ τὰ τῶν ἄλλων
ἐμμελῶς μελῳδήσαντι· ὁ δὲ τὴν ἴσην χάριν εἰδὼς μὴ
παροῦσαν τῷ γράψαντι, γυμνὴν τὴν προθυμίαν τῆς
χάριτος ἀποδέξεται· ἐπεὶ μηδὲ τῷ τοῦ προσώπου
κάλλος κομιδῇ ἀπὸ. τῆς φύσεως ἔχοντι περισπούδαςτα
τὰ ἔξωθεν ὲπιτρίμματα. Τοὺναντίον μὲν οὖν καὶ
καταχραίνοι τὸ ὼραιὸμορφον ὀ περιστιμμίξων τοῖς
χρωμασι.
Ι , ,_v_t,..-.. ... νιιιιιισυιιυ
ωροιὶηιθιιιίς atque aifricamcntis laborat : qui Vero opposito modo se-‘habet, formae decorem ap-
,ὶίηπίι ρο ρίι-ικιιηιηηαίιηνιιηι Ιηιιηνιίιη r"""' ““""' “⁹
pingit, et circumpositorum colorum fucat ornamentis,
γ’. Θεοφάνει μὲν οὖν τινι, τοῦ ἱεροῦ πρεσδυτερίου
ὴξιωμένῳ καὶ τῷ καταλόγῳ ἦριομημένῳ τῶν μονα-
χῶν, ὀ βίος τοῦδε τοῦ μακαρίου πεπόνηται ο οὺ μὴν
ἀλλὰ παρέδραμεν τοῦτον πολλὰ, ὅτι κατὰ σπουδὴν
ἐκείνῳ συν[ερ]υφάνοη τὸ πόνημα· ἀμέλει καὶ οἷς
ἐκεῖνος τοῦ μάκαρος τοῦδε τὸν βίον ἐσμίκρυνεν , ὲν
τούτοις ἡμᾶς ἐπὶ τὸ εὖρος τῆς διηγήσεως προεϐίϐα-
cev. Ἀλλὰ τίς γένοιτο τῷ βίῳ τοῦδε ἀξιόχρεως ἐπαι-
νος; ποία δὲ γλῶσσα τὰ τούτου δυνήσεται διηγήσα-
σθαι κατορθώματα; Ἔδει γὰρ, εδει τὰς γλώσσας
ἄρτι παρεῖναι τῶν παρ’ αὑτοῦ ἀξίως ἐξυμνουμένων,
καὶ παρά τούτων τούτῳ ἀποπληροῦσθαι τὴν διὰ λό-
γων ἀντίχαριν · οὐ μὴν ἀλλ’ οὐδὲ ἡμεῖς, ὡς ἔχομεν,
σιωπήσομεν, τὰ ἐκείνου ἐκδιηγούμενοι.
6’. Πατρὶς τοιγαροῦν τῷ μεγάλῳ ἡ ἐν νήσοις τὸ εὖ·
δειμον φέρουσα , ὴ περιφανὴς Σικελία, φημὶ , ἢν οὐχ
οὕτω περίδοξον Διονύσιος, ὁ ὲν αὐτῇ ποτε ἄρξας
ἀόρῶς ἀπειργάσατο, ὡς οἱ τοῦ μεγάλου γεννήτορες,
τὸ μέγα τῇ πατρίδι χαρισάμενοι ὖνομα, διὰ τοῦδε
τοῦ μακαρίου βλαστήματος. Πατέρες δὲ ’Δγάθη ἡ
περιώνυμος, καὶ ΙΙλουτῖνος ὁ περιϐόητος, ἄμφω μὲν
τῆς ἀρετῆς ζηλωταὶ, καὶ τῶν Θείων θελημάτων
ὲκπληρωταὶ, διὰ δὲ τῆς ἀρίστης ὠδῖνος τὸ μέγα
κληρωσάμενοι ονομα· ἔδει γὰρ εὐχῆς ἔργον εἶναι τόδε
τὸ μέγα [χάριτος] καὶ ἀρετῆς ἀποκύημα. '0 μὲν γὰρ
ἐπλούτει πίστιν τὴν εἰς Θεόν· ἡ δὲ τοῖς ἀγαθοῖς τοῦ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.