PG 105, col. 945

χρημάτων , καὶ ἑταιρείας, καὶ συγγενείας. Οὐ μὴν
οὗτος ό μέγας μετὰ τούτων τὴν Πελοπόννησον ἔστερ-
ξξεν,,οὺδ’ ἠγάπα , ξένης πατρίδος γενόμενος , μὴ τὴν
ἀνω πόλιν ζητῆσαι διὰ τῆς ἀληθοῦς ξενιτείας, καὶ
τὸν Θεδν εὑρεῖν διὰ τῆς ἀκριϐεστέρας »πολιτείας καὶ
καταστάσεως. Διό καὶ τὸν ῐουλον μήπω φέρων -χλοάο
ζοντα, ἀποστέργει τὴν Πέλοπος, καὶ πρὸς τὴν πά-
οης Μακεδονίας ὑπερκειμένην πόλιν ἀπαίρει Θεσ-
σαλονίκην· ῐνα μὴ τῇ σχέσει τῶν γεννητόρων
δεσμοῦμενος , οὐκ ἔχοι εὐπετῶς, διὰ τῆς παντελοῦς
ἐγκρατείας, πρὸς τὸν ἀληθῆ ἐραστὴν ἀναπετάν-
νυσθαι, καὶ ὅλῳ φέρεσθαι τῷ πτερῷ. Καὶ ὅτι τοιοῦτος
ἦν τῷ γενναίῳ σκοπὸς, καὶ πρὸς τοῦτομόνον ἐώρα ἡ
ἀναχώρησις, ὲδήλωσεν ἠ τοῦ πράγματος ἔκῦασις.
generosi liuius scopas, et ad hoc solum respexerit illius a Peloponneso recessus, rei ipsius eventus-
demonstravit.
ζ’. Ἅμα τε γὰρ τὴν Θεσσαλονίκην κατέλαϐε , καὶ
εὐθέως ἐπέδωκεν ἑαυτὸν ἀνδρί τινι τῶν ἄγαν ἐγκρα-
τῶν καὶ ὁσίων, ὃς διὰ τὺ τῆς ἀρετῆς περιὸν, τὴν φρον-
τίδα τῶν ἀδελφῶν, οἳ κατά τὸ ἱερὸν φροντιστήριον
τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος Ιισκοῦντο, οὑ διώξας,
ἀλλὰ πνευματικῶς διωχθεὶς , ἀνεδέξατο · τοῦ Λατό-
μου νῦν, ἐκ τοῦ γεγενημένου θαύματος, τὸ φροντι-
στήριον ὀνομάζεται, Καὶ ὲν τούτῳ ὁ μέγας οὗτος τὰ
τῶν μοναχῶν ἐνδὺς ό καὶ ἀπὸ πρώτης τριχὸς ἀπαν
σαρκικδν ἀποδυσάμενος θέλημα, ποίαν μὲν τῶν
ἀρετῶν οὐ κατώρθωσε; ποῖον δὲ εἶδος ἀσκήσεως
ὑπερϐαλλόντως οὐκ ὲξησκήσατο; ὡς εἴναι τοῖς ὁρῶσι
παράδειγμα , καὶ τοῖς ζηλοῦν βουλομένοις ἀκριϐείας
πάσης ἀρχέτυπον. Νηστεία γὰρ ἐπενοήθη τούτῳ
καινὴ, ἳνα καὶ τὸν δεσμὸν κατέχῃ, καὶ διαλανθάνῃ τὸ
σπουδαζόμενον ⁸ ἀγρυπνία μικροῦ δεῖν καὶ ἀπιστου-
μένη τοῖς λογιζομένοις τῆς σαρκὸς τὴν χαυνότητα ·
γλώσσης κατάσχεσις οὐκ είς τδ [μὴ] πολυπραγμονεῖν
τὰ ἀλλότρια (τοῦτο γὰρ αὐτῷ ἀπὸ παιδὸς μεμελέ-
τητο), ἀλλ’ ὥστε μὴ ἐξακούεσθαι τὴν φωνὴν τοῖς μὴ
ἀκριϐῶς πρὸς ἐκεῖνον προσέχουσιν, ὕ φιλοσοφίας
ἐπὶν ἀρχὴ, μᾶλλον δὲ φιλοσοφίας τὺ τελειότατον·
εἰ γὰρ ἀρχὴν σοφίας φόσον Θεοῦ μεμαθήκαμεν,
Θεοῦ δὲ φόϐος ὲντολῶν ἐπάγεται πλήρωσιν, κρατίστη
δέ τῶν ἐντολῶν τὸ τιθέναι θύραν τῷ στόματι. ῐνα
μήτε νοῦς ἀλόγως ῥεμσάζηται, μήτε λόγος θυραυ-
λήσας ἔξωθεν ἀπηχὲς εἰς πολυλογίαν μετακινήσῃ
τῆς ἡσυχίας τὸν ἐραστὴν, εῠδηλον ἀρα, κατὰ τὸν
θεεον Δασὶδ, ὥς ἠ φυλακὴ τῶν ὁδῶν τοῦ Θεοῦ τῷ
ἀναμαρτήτῳ τῆς γλώττης κατευοδοῦται τι καὶ πλα-
τύνεται· ἢν κατορθώσας ὸ μέγας, τὰς ἀλλας εἶχε
τῶν ἀρετῶν ὲφεπομένας αὐτῷ. Τὸ δι περὶ τὴν στρω-
μνὴν ἠμελημένον κομιδῇ καὶ λιτὸν, τίς οὕτως ἔστὶν
ἀφυὴς περὶ τὰ καλὰ, ὃς μὴ τιθαύμακέ τε καὶ tE-
επλάγη. καὶ τδ πρὸς πόνους ἀήττητον δμεγάλυνεη
Ἔδαφος ἦν ἐκείνῳ ψιλὸν ἡ στρωμνὴ, ὲν ᾧ τὸ ἀσθε-
νὲς τῆς φύσεως διηλέγχετο, καὶ λίθος τὸ ποθεινὸν
προσκεφάλαιον · ὕμνος ὁ πάντη βραχύτατος, καὶ
κατὰ τὴν ἀναλογίαν τῆς ἐδωδῆς, ἐν ᾧ πολλάκις καὶ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.