PG 105, col. 948

η’-θ’. ’Δλλος μὲν οὓνξτὺ καταρρέον ἐξ ὀφθαλμῶν
Θαυμαζέτω κρουνηδὸν δάκρυον, καὶ τὰς πάντα λογον
ὑπερϐαινούσας γονυκλισίας, ὡς εἰς λίθου φύσιν κατ-
εσκληκέναι τὰ γόνατα ταῖς ἀλλεπαλλήλοις πρὸς
Θεὸν ἀδολεσχίαις, καὶ ταῖς παννύχοις κινήσεσί τε
καὶ στάσεσι, τάς τε ψιλώσεις τῶν βλεφαρίδων μετὰ
κοιλότητος, ἐκ τῆς ἀπείρου τῶν δακρύων ὀμδροῦλυ-
τήσεως. Ἄλλος δὲ τὺ ὑπερβάλλον τῆς ταπεινώσεως,
ὅπως καὶ τοῖς ταπεινοτέροις μέχρις ἐδάφους τὴν es.
δασμίαν κάραν ὐπέκλινε · καὶ πᾶσιν ἐπίσης τὰ τῆς
ἀγάπης ἐτήρησε, μηδεμίαν ποιούμινος διαστολὴν,
διὰ τὴν πρὸς πάντας ἀμετάπτωτον ἕνωσιν. Ἀλλος
τὸ ἐγκρατὲς, καὶ τὸ τῆς διανοίας ἀνέμὸατον · τῷ
νόμῳ γὰρ τοῦ νοὸς ἀντιστρατευόμενον βλέπων τὸν νό-
μον τῆς σαρκὸς, ὅ φησιν ὁ μέγας ’Δπόστολος, ὅλος
τῷ νόμῳ τοῦ Θεοῦ ἀνεπτέρωτο, ἵνα μὴ σχοίη παρείσ-
δυσιν ὀ, κατὰ τδν μέγαν τῆς ἀληθείας ἀγωνιστὴν
Ἰὼϐ, παρ’ ὀμφαλῷ γαστρδς ὲνιζάνων ὄφις, καὶ τὰ
περινέφρια πάθη ἀνακινῶν τοῖς ῥεμὸαζομένοις ινιερλ⁸
τὴν ἔξωθεν αἴσθησιν.
ι’. ΙἌλλος τὺ ὲν ψαλμοῖς καὶ ὕμνοις ἀνένδοτὸν τε
καὶ σύντονον ρητορευέτω, καὶ θειαζέτω τὸν γεν-
ναῖον ἀγωνιστήν · καὶ ὸ μὲν τὸ ἀμίμητον ἐκείνου
περὶ τοὺς λόγους μεγαλυνέτω... ὅπως ὡς μέλισσα
τοὺς λειμῶνας τῶν Γραφῶν περιιπτάμενος, καὶ
κάλλιστα τῶν ἀνθέων εὐκρινῶς ἐκλεγόμενος, πᾶν
εἶδος ἀρετῆς ὲν ἑαυτῷ ὲκεράσατο · σωφροσύνης μὲν
εἶδος καὶ ἁγνείας ἔχων τὸν σώφρονα Ἰωσὴφ, οὐ τὺ
πρὸς τὰ πάθη ἀνένδοτον ἀπομιμούμενος τέθηπεν ,
οὐ πρὸς Αἰγυπτίαν ἀπομαχόμενος, ἀλλὰ προς τὴν
ἁμαρτίαν, ὡς ὁ θεῖος διατάττεται ’Δπόστολος, μέ-
χρις αἵματος ἁντικαθιστάμςνος · οὐχ ἱμάτιον ἀπο-
δυόμενος, ἵνα φύγῃ χεῖρας σοὸἀδος ὲφελκομένης εἰς
ἄτοπα , ἀλλὰ σάρκα πᾶσαν διὰ τῆς ἐγκρατείας ve-
κρῶν, ινα καὶ μικρὰς εἰσϐολὰς ἀποδράσῃ τοῦ δι’
αἰσθήσεων παρακλέπτοντος. Ἰακὼϐ δὲ τὸ ἄπλαστον
καὶ ἀκέραιον, οὐ κλέπτων εὐλογίας πατρὸς δι’ ὑπο-
θήκης μητρὸς, οὐδὲ ἀποτρέχων Ἠσαῦ τὸν μεμιση-
μένον xui. πρὸ γενέσεως· ἀλλὰ διὰ τῆς αὐτὸν ἠγα-
πηκυίας ὡς ἀνταγαπωμένης Ἐκκλησίας Θεοῦ τὰ
πρωτοτόκια τῆς εὐλογίας λαϐὼν, ὡς εὐλογοίη Θεὸν
διὰ τῆς ἐμμελοῦς ὑμνῳδίας, ἢν αὐτὸς τοῖς πρωτο-
τόκοις τῶν ἐν οὐρανοῖς ἐγγραφέντων εὐρύθμως ἄγαν
ἀνέθηκε, πτερνίσας τὸν πονηρὸν καὶ ἀποτρέχων
πόρρωθεν ἐξ αὐτοῦ, ἵνα τῷ ἁρεμὸάστῳ νοῒ Θεὸν
ὑμνοίη, καὶ τούτῳ ἑνοῖτο κατὰ τὴν ἀδιάτμητιιν
κίνησιν. Ἀϐραὰμ τὸ μεταϐατικὸν, καὶ πρὸς ὑπακοὴν
Χριστοῦ ἐτοιμό[τα]τον, οὐκ ἐκ Χαλδαίων ἀπαίρων.
καὶ τὴν Παλαιστίνην ἐργαζόμενος οἴκησιν, ἀλλὰ.
σχέσιν γονέων δευτέραν Θεοῦ λογισάμενος, καὶ διὰ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.