PG 11, col. 440

αὕτη τάχα μὲν ἐπὶ πάντων, πάντως δὲ επ). Ἰούδα
καὶ ἑτέρων μυστηρίων, καὶ ἐν τῷ Υίῷ τοῦ Θεοῦ γίνε-
ται, ἑωρακότι τῇ κατανοήσει τοῦ ὲξελεγμοῦ (61) τῶν ν
ἐσομένων τὸν Ἰούδαν καὶ τὰ ἁμαρτήματα τὰ ἀμαρ-
τηθησόμενα αὐτῷ ὥστε μετά καταλήψεως αὑτὸν καὶ
πρὶν γενέσθαι τὸν Ἰούδαν διὰ τοῦ Δαυὶδ εἰρηκέναι ⁸ Ὃ
Θεὸς τὴν αἴγεσιν μου μὴ παρασιωπ-ήσῃς , καὶ τά
ἑξῆς. Είδὼς δὲ τὰ μέλλοντα, καὶ ὁποῖον τόνον ἕξει πρὸς
τὴν Θεοσέϐειαν ὁ Παῦλος ο ὲν ἐμαυτῷ μὲν πρὶν κτί-
σαι τὸν κόσμον ἐπιϐαλλόμενος τῇ ἀρχῇ τῆς κοσμο-
ποιίας αὐτὸν ὲπιλέξομαιο καὶ ταῖσδε συνεργούσαις
ἀνθρώπων σωτηρίᾳ δυνάμεσιν ἅμα τῷ γεννηθῆναι πα-
ραθήσομαι , ἀφορίζων αὐτὸν ὲκ κοιλίας μητρὸς, καὶ
ἐπιτρέπων κατὰ τὰς ἀρχὰς, εν νεότητι, ζήλῳ μετά
ἀγνοίας ὲγγινομένῳ, προφάσει Θεοσεϐείας διώκειν ’
τοὺς είς τὸν Χριστόν μου πεπιστευκότας , καὶ τηρεῖν
τὰ ἱμάτια τῶν λιθοϐολούντων τὸν θεραπευτήν μου καὶ
μάρτυρα Στέφανον’ ἵνα νεανιευσάμενος, ὕστερον ἀφορ-
μῆς λαϐόμενος καὶ μεταϐαλλόμενος ἐπὶ τὰ βέλτιστα,
μὴ καυχήσηται ἐνώπιον ἐμοῦ , ἀλλά λέγει (6'2) · Οὐκ
είμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα
τὴν Ἐκκλησίαν τοῦ Θεοῦ · καὶ αἰσθόμενος τῆς ἐσο-
μένης μου είς αὑτὸν εὐεργεσίας μετά τὰ ὲν νεότητι
Καὶ πρὸς τὸ περὶ τῆς ἐπὶ τῷ ἀνατέλλειν (64) τὸν
ἥλιον εὐχῆς ταῦτα λεκτέονο ἔστι τι καὶ τοῦ ἡλίου ἐφ’
ἡμῖν, καὶ αὐτοῦ αἰνοῦντος μετά τῆς σελήνης τὸν
Θεόνε Αἰνεῖτε γὰρ αὑτὸν, φησιν, ἥλιος καί σελήνη.
Δῆλον δ’ ὅτι καὶ τῆς σελήνης καὶ ἀκολούθως πάν-
των τῶν ἀστέρωψ Αἰνεῖτε γὰρ αὑτὸν πάντα τὰ
ἄστρα καὶ τὸ φῶς. Ὥσπερ οὖν εἰρήκαμεν τὺ ἐφ’
ἡμῖν (65) ἑκάστου τῶν ἐπὶ γῆς καταχρώμενον τὸν
Θεὸν, εἷς τινα χρείαν τῶν ἐπὶ γῆς κατατεταχέναι είς
δέον αὐτά· οὕτως ὑποληπτέον τῷ ἐφ’ ἡμῖν ἡλίου καὶ
σελήνης καὶ ἄστρων, ἀραρότικαὶ βεϐαίῳ ὄντι καὶ στα-
θηρῷ καὶ σοφῷ,διατεταχέναι πάντα ’τὸν κόσμον τοῦ
οὐρανοῦ καὶ τὴν τῶν ἄστρων ἁρμονίως (66) τῷ παντὶ
πορείαν καὶ κίνησιν. Καὶ εί περὶ τοῦ ἐφ’ ἡμῖν ἑτέ-
ρου (67) μὴ μάτην εὔχομαι, πολλῷ πλέον περὶ τοῦ
ἐφ’ ημῖν τῶν ὲν οὐρανῷ σωτηρίως τῷ παντὶ χορευόν-
των ἀστέρων· καίτοιγε ἔστιν εἰπεῖν περὶ τῶν ἐπὶ
γῆς ὅτι τοιαίδε τινὲς προγενόμεναι (68) ἐκ τῶν πε-
ριεστώτων φαντασίαι προκαλοῦνται τὸ ἀϐέϐαιον
ἡμῶν, ἢ τὸ ἐπὶ τὸ κρεῖττον (69) ρεπτικὸν ἡμῶν πρὸς
⁵³ lbid.,10. ⁸⁸ ll Cor. λιι, 7. 3" Psal. CXLVIII, '5.
[unae stellisque omnibus animam rationalem tribuit.
VideOrigen'ianorum lib. II, q. 8
"(sisi "etaim; pil‘ééii'iié'xiuve'ius, τῷ ἐφ’ ἡμῖν.
ί
ᾎριὶοιηίῶς. Ideni legit, αρμοδίισῖς.
'E'e'épov. idem legitiflpérspou.
(es
Προγεττόμενᾳι. Iden: legit, παραγενόμεναι.
Ἐπὶ τὸ κρεῖττον. Ideni legit ἐπὶ τὸ χεῖρον.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.