PG 11, col. 925

In English: Origen Against Celsus 3.4 · Origen Against Celsus 3.5

στοῦσι ταῖς παραδόξοις ἱστορίαις καὶ προφητείαις,
ὅτι οὕ πλάσματα ῆν τὰ τοιαῦτα, ἀλλά τι θεῖον
Πνεῦμα, ὡς ἐν καθαραῖς ψυχαῖς τυγχάνον ταῖς τῶν
προφητῶν, πάντα πόνον ὑπὲρ ἀρετῆς (51) ἀνειληφό-
των, ἐκίνει αὐτοὺς πρὸς τὸ προφητεύειν τινὰ μὲν
τοῖς καθ’ ἑαυτοὺς, ἄλλα δὲ τοῖς ὕστερον, ἐξαιρέτως
δὲ περί τινος ἐπιδημήσοντος τοῦ Σωτῆρος τῷ γένει
τῶν ἀνθ ρώπων;
Εἰ δέ ταῦθ’ οὕτως ἔχει, πῶς περὶ ὄνου σκιᾶς πρὸς
ἀλλήλους ζητοῦσιν Ἰουδαῖοι καὶ Χριστιανοὶ, ἐξετά-
ζοντες ἀπὸ τῶν προφητειῶν, αἷς κοινῇ πεπιστεύ-
κασι, πότερον 6 προφητευόμενος ἐλήλυθεν, ἢ 066a-
μῶς μὲν ἐπιδεδήμηκεν, ἐτι δέ προσδοκᾶταιξ Κᾶν Β
καθ’ ὑπόθεσιν δὲ τῷ Κέλσῳ δοθῇ μὴ τὸν Ἰησοῦν εἷ-
ναι, ὃν κατήγγειλαν οἱ προφῆται, καὶ οὕτως οὐδὲν
ἧττον οὐ περὶ ὄνου σκιᾶς ἐστιν ἡ τοῦ νοῦ τῶν προ-
φητικῶν Γραφῶν ζήτησις, ἴντ ἐναργῶς ἀποδειχθῇ 6
προκηρυσσόμενος, ὁποῖός τε εἶναι προεφητεύετο, καὶ
τί ποιήσων, εἰ δὲ οἶόν τε, καὶ πότε ἐπιδημήσων. Ἐν
δὲ τοῖς ἀνωτέρω προείπομεν, ὀλίγας ἀπὸ πλειόνων
παραθέμενοι προφητείας, περί τοῦ τὸν Ἰησοῦν εῖναι
τὸν προφητευόμενον Χριστόψ οὐ σφάλλονται τοίνυν
κατά τὸ προσίεσθαι (52) θεόθεν τοὺς προφήτας λε-
λαληκέναι, οὕτε Ἰουδαῖοι οὔτε Χριστιανοί· ἀλλ’ οἰ
σφαλλόμενοι περὶ τοῦ προφητευομένου προσδοκω-
μένου ῲευδοδοξοῦσιν, ὅστις καὶ ποταπὸς κατὰ τὸν
ἀληθῆ λόγον τῶν προφητῶν κεκήρυκται.
Ἑξῆς δὲ τούτοις 6 Κέλσος, οἰόμενος τοὺς Ἰου-
δαίους Αἰγυπτίους τῷ γένει τυγχάνοντας, καταλελοι-
πέναι τὴν Αἴγυπτον, στασιάσαντας ’πρὸς τὸ κοινὸν
τῶν Αἰγυπτίων, καὶ τὸ ἐν Αἰγύπτῳ σύνηθες περί τὰς
θρησκείας ὑπερφρονήσαντας, φησὶν, ι αὐτοὺς ἅπερ
ἐποίησαν Αἰγυπτίοις πεπονθέναι ὑπὸ τῶν προσθε-
μένων τῷ Ἰησοῦ καὶ πιστευσάντων αὐτῷ ὡς Χρι-
στῷ· καὶ ἀμφοτέροις αἴτιον γεγονέναι τῆς καινοτο-
μίας τδ στασιάζειν πρὸς τὸ κοινόν. ι Τί δὴ πεποίη-
κεν ἐν τῷ τόπῳ ὁ Κέλσος, κατανοητέον. Πολλὰ δια-
θέντες οἰ πάλαι Αἰγύπτιοι τὸ Ἑϐραίων γένος, διὰ
λιμὸν τὴν Ἰουδαίαν καταλαϐόντα ἐπιδημήσαντας (55)
τῇ Αἰγύπτῳ, πεπόνθασιν, ὼς ξένους καὶ ἱκέτας ἀδι-
κήσαντες, ἆπερ ἐχρῆν ὅλον ἔθνος ὑπὸ τῆς θείας προ-
νοίας παθεῖν, συμφρονῆσαν κατά ὅλου τοῦ τῶν ἐπι-
ξενωθέντων αὐτοῖς γένους, μηδὲν αὐτοὺς ἀδικήσανο
τος· καὶ Θεοῦ μάστιξι πληγέντες, μόλις καὶ μετ’ οὑ
πολὺ ἀπέλυσαν ὅποι ἐϐούλοντο τοὺς οὐ δικαίως δου-
λαγωγουμένους (5-4). ”Λτε οῦν φίλαυτοι, καὶ τοὺς
ὁποιωσδήποτε ὁμογενεῖς προτιμῶντες καὶ τῶν δι-
καιοτέρων ξένων, οὐκ ἐστιν ἦν τινα κατηγορίαν κατα-
⁵⁴ Exod. ι, 20 ; Gen. ιιινι, 2; Exod. xu , 51.
(51)]Υθτὲρ ἀρετῆς. Recte codd. Regius et Ba-
sileensis. lmpressi_vero. ἐπ’ ἀρετῆς, male. Paulo
post mss: Regius, Basileeltsis et duo Vaticani, περί
τινος ἐπιδημήσοντος, optime; tnale vero impressi,
περί 7 τινος “ ἐπιδημήσαντος.
(52) Προσίεσθαι. ita codd. Regius et Basileensis
rectius, ιιι videtur, quam libb. excusi, προΐεσθαι.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.