PG 114, col. 1301

τὴν κόλασιν ἐπάγοι. Ἐσπέρας δὲ ἤδη καταλαϐούσης,
κελεύει δεθέντα χεῖρας ὁμοῦ καὶ πόδας τόν ἅγιον
ἁναρτηθῆναι παρὰ τῇ φυλακῇ, καὶ οὕτω παρ’ ὅλην
τὴν νύκτα διατελέσαι κρεμάμενον, Ταῐτα ἔφη, καὶ
τὸν ἅγιον εὐθὺς εἶχεν φυλακή.
CAPUT III.
Srepsazorum conversio. S. Cornelii obitus.
Η. Παραχρῆμα δὲ τῶν οἰκείων τις ἐπικαταλαμ-
ϐάνει σπουδῇ Τελειρῶν τὸ ὄνομα. ’τὶ δέσποτα, λέγων,
ἡ δέσποινα ἡ ἐμὴ καὶ ὁ μονογενὴς υἱὸς διεφθάρησαν,
ἐπικαταστισΊέντος αὐτοῖς τοῦ xuii. Δημήτριος οὖν
εὒθός ἀκούσας περιερρήξατο τὴν ἐσθῆτα καὶ πένθει
μεγάλῳ συνείχετο. Μεταξὺ δὲ καὶ τὸν χοῦν εἷς τάχος
τοῖς ὑπ’ α·’›τὸν ἐκέλευεν ἐκφορεῖν, ’Ἕως τὰ τῆς ἀγα-
θῆς ἐμοὶ, λέγων, καὶ πιστῆς συζύγου καὶτοῦ γλυκυ-
τάτου παιδὸς τοῦ μονογενοῦς ἀνευρόντες ὀστέα, εἰς
ἐμὰς χεῖρας κομίσετε. Ταῦτα ὁμοῦ προς αὖτοὺς
ἔλεγε καὶ μετὰ τῆς φωνῆς ἔῤῥει τὰ δάκρυα, καὶ
βαρύτατα ἔστενε, καὶ ἐπένθει, καὶτοὺς ἐκείνου θεοὺς
ᾐτιᾶτο, ὅτι ζῶν εἷς δεῦρο ντετήρητο, τοιαύτην ἄγγε-
λίαν ἀκοῦσαι πικράν.
Περικαθισαμὲνων δὲ αὐτὸν
τῶν ὲν τῇ πόλει πρώτων καὶ τοῦτο μὲν συνθρηνούν-
των, τοῦτο δὲ καὶ παρεκαλούντων καὶ τὸ πάθος
ἐπισϐεννύειν αύτῷ, καθόσον δυνατὸν ἦν, σπευδόντων,
ὡς ἤδη γαὶ '0 κατὰ τοῦ Κορνηλίου αὒτοῖς μεμελέτητο
θάνατος · ἀπήρτιστο δὲκαὶ τὸ μνῆμα, ἔνθα ἡ σύζυ-
γος μετὰ, τοῦ παιδὸς ἔμελλεν ταφῆναι, ἀρχιερεύς
τις τῶν Ἐλλήνων θεῶν ὄνομα Βαρϐἀτος, ὁκαὶ τὴν
ἀνακάθαρσιν τοῦ νεῶ ἐπιτετραμμένος πρὸς τοὺς τοῦ
Δημητρίου ὑπηρέτας, ἥκει σπουδῇ (οὐ γὰρ παριέναιο
παρ’ αὑτὸν διὰ τὸ πένθος συνεχωρεῖτο), φωνὴν ὰναυ
δίδοσθαι τοῦ χώματος ἀπαγγέλλων Εὔανθίας καὶ τοῦ
υἱοῦ · τὴν δὲ φωνὴν ταῦτα διασημαίνειν ⁸ Μέγας ὁ
Θεὸς τῶν’ Χριστιανῶν, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τοῦ κιν-
δύνου τούτου διὰ τοῦ θεράποντος αὔτοῦ Κορνηλίου,
καὶ οὗ τελείᾳ παραδέδωκεν ἀπωλείᾳ. Σπεῦσον τοίνυν
καὶ σὺ, Δημήτριε, καὶ ἐξάγαγε τῆς φυλακῆς τὸν
ἅγιον ἄνδρα τοῦτον, καὶ προσκύνησον αὗτῴ μετὰ
πάντων τῶν ἐν τῷ οἴκῳ ἡμῶν καὶ τῶν ἐγγιζόντων
ἡμῖν, καὶ δεήθητι αὔτοῦ, ὅπως ἐλθὼν ἐν τῷ καταλύ-
ματι τούτῳ σώσῃ ἡμᾶς καί ἐξαγάγῃ ημᾶς τοῦ χαλά-
σματος τούτου καὶ τοῦ βυθοῦ, ἵνα μὴ τέλεον ἀπολώ-
μεθα, Μεγάλα γὰρ θαυμάσια τοῦ Θεοῦ ἐνταῦθα ὁρῶ-
μεν, καὶ ἀγγέλων κραζόντων ι Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὗδοκία,
Θ¹. Τούτων ἀκούσαντες οἱ ὑπηρέται, ἀποτρέχου-
σιν εὒυδς ἅμα Βαρϐἇτῳ ἀρχιερεῖ πρὸς Δημήτριον,
καὶ ἂπαγγέλλοδσιν αὖτῷ μετὰ σπουδῆς ἕκαστα. Ὀ
δὲ περιεῖναι ἔτι τὴν γυναῖκα καὶ τὸν παῖδα πῦθόμε-
νος, μεστήν τε ἡδονῆς ἅμα καὶ σάλου τήν καρδίαν
εἶχε, Καὶ δρομαῖος παρά τῇ φυλακῇ ἐλθὼν, καταλαμ-
ϐάνει περιπατοῦντα τὸν θεῖον Κορνήλιον, βιϐλίον τε
διὰ χειρὸς ἔχοντα καὶ ταύτῃ τὸν Θεὸν αἰτοῦντα,
Ἀγγελος γὰρ αὐτῴ ἐπιπτὰς ἔλυσε τῶν δεσμῶν, καὶ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.