PG 114, col. 1312

ATR.)
A'. Τοῦ Κυρίου καὶ Θεοῦ καί Σωτῆρος ἡμῶν ἰη-
σοῢ Χριστοῦ μετὰ τὶν θεανδρικῆν αὐτοῦ πρὸς ἀν-
θρώπους ἐπιφάνειαν καὶ τὴν ἐκ νεκρῶν τριήμερον
ἔγερσιν καὶ πρὸς τὸν Πατέρα μετά δόξης ἀνάληψιν,
ἐπὶ τούς μαθητὰς καὶ ἀποστόλους τὸ Πνεῦμα τὸ
ἅγιον ἐκχεαμένου καὶ γνώσεως πλήρεις ἐργασαμέ-
νου, ἐκ τοῦ πληρώματος αὐτῶν ἡ σύμπασα μετα
ἑλαϐε γῆ καὶ πάντες ἄνθρωποι τῆς ἐξ αὐτῶν πηγα-
ζούσης μετέχοντες δωρεὰν, τοῦ σκότου μὲν τῆς
ἀγνοίας ἀπηλλάττοντο, τῷ ἀληθινῷ δὲ τῆς θεογνω-
σίας προσῳκειοῦντο φωτί. Καθάπερ γὰρ ἀστραπαὶ
θεῖαι καὶ διαφανεῖς οἱ ἀπόστολοι τὰ πέρατα διαδραο
μόντες, καὶ ἄλλος ἄλλο τῆς οἰκουμένης μέρος δια-
κληρωσάμενοι, καὶ πᾶν ἔθνος καὶ πῦσαν χώραν
ἑαυτοῖς καὶ πόλιν διανειμάμενοι, τὸν τῆς ἀληθείας
σπινθῶρα τούτοις ἐνέϐαλον, ὃς κατ’ ὀλίγον ὲν τοῖς
ἐπιτηδείοις διαναπτόμενος, είς περιφανῆ καὶ ἀέριον
ἀπεόη πυρσόν,
Β’. Οὕτωςήπίστις τὴν ἀρχὴν λαϐοῦσα, εἰς τη-
λικαύτην προῆλθε περιφανῆ δύναμιν, Ταύτης μετά
τοὺς ἀποστόλους οἱ θεῖοι μάρτυρες α’ίτιοι τῆς θεοσε-
βείας πεφήνασιν, οἳ καθάπερ σπέρμα πυρὸς ἒκ αὖ·
τῶν λαϐόντες, ἔπειτα τοῖς πειραταῖς ὡς ἀνέμοις
ἐκδοθέντες βιαίοις, οὗ μόνον ταῖς ὲπηρείαις ἀπεσϐἑ·
σθησαν, ἀλλὰ καὶ λαμπρότεροι, μᾶλλον δι’ αὒτῶν
ἀπεδείχθησαν, θάλλοντες ὡς ἄμπελοι ταῖς τομαῖς
καὶ τοὺς ἄλλους πόνους εὐφροσύνης ἀφορμᾶς ποιού-
μενοι, ὥστε πόνους ἐκείνοις εἶναι τὸ μὴ πονεῖν καὶ
πάσχειν κακῶς, ἡνίκα μὴ διά Χριστὸν πάσχωσι.
Τούτων εἶς καὶ ὁ μακάριος γνωρίζεται Τρύφων, ὁ
τῆς ἀκηράτου θείας τρυφῆς ἐπώνυμος, τὸ μακάριον
ὅντως της Ἐκκλησίας φυτὸν, ὃ γῆς μὲν τὸ πρῶτον
ἀνεδόθη Φρυγῶν, κώμης δὲ Καμψάδου, Ἀπαμείᾳ
τῇ πόλει γ-ειτονούσης. Εὖσεϐῶν δέ γονέων εὐσεϐέ-
στερον τέκνον ἐκφὺς, οὕτως ἐκ πρώτης ἡλικίας ἀξιό-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.