PG 114, col. 481

τῶν δακρύων ἐκείνου πηγὰς, τὰς δι’ ὅλων νυκτῶν
στάσεις, τούς κρυφῆ κρεμαστῆρας ἐκείνους ἐφ’ οἷς
διὰ τὸ χαυνοῦσθαι τῷ ὕπνω καὶ ὃποῤῥεῖν πρὸς δὲ
καὶ τὰς τῶν βουϐώνων ὀδύνας ὕπεστηρίζετο, τὸ δὲ
ταπεινὸν τοῦ πνεύματος, τὸ δὲ πρᾶον, τό δὲ σύννουν
ὡς τὰ πολλὰ καί προσεκτικὸν, τὸ δὲ τῆς διανοίας
ὀξὺ, καί λίαν εὐπετῶς εὒθῖ τῶν οὐρανῶν ἀνιπτάμε-
νον ; ταῦτα εὔξασθαι μὲν δυνατὰ καὶ ἄλλοις, μιμή-
σασθαι δὲ παντάπασι χαλεπά,
ν ς ς , η - τ ς ,1.
ιο , Γαστρος δε τις ουτω κρατων ην, ἢ προ, νόμους
ἐγκρατείας ὑπείκουσαν ἒχων; ὃς ἐπίσης αὖτῇ καὶ
θεραπαίνῃ χρώμενος ἦν, ὁπότ’ ἂν αὐτὸς κελεύοι
τροφῆς κοινωνοῦσαν, κοινωνοῦσαν δὲ οὔχ ὅσον αὑτὴ
βούλοιτο ἀλλ’ ὅσον ἤρκει τῆς φυσικῆς συζυγίας
διακρατεῖσθαι τὸν σύνδεσμον, Ἠ τροφὴ μέντοι φοι-
νίκων καρποί, ἢ τῶν κερατίων ὀλίγα, ἢ ὀσπριόν τι
δευθὲν ὕδατι, ἢ καί τῶν ἀγρίων βοτανῶν αἱ ἓδωόιμοι.
Et δὲκαὶ σπάνις ἀπήντα τῶν εἰρημένων διὰ τὸ τῆς
ἐρημίας επιεικῶς ἄπορον, ὀστᾶ φοινίκων διαϐραχὲντα
ψιλότιμος ἐκείνῳ τροφὴ διὰ τὴν ἀνάγκην, καὶ τοῦ
λιμοῦ σοφὸν παραμύθιον. ’Ἄρτου δὲ καὶ εἷς τριά-
κοντα παρέτεινε χρόνους, μηδὴ βραχὺ γευσάμενος.
Πλὴν οὕτω περὶ τὴν χρείαν τοῦ σώματος ’έχων λίαν
ἐνδεῶς καὶ ἠναγκαεμένως, οὔχ ὁμοίως καὶ περί τὴν
τῆς ψυχῆς διέκειτο, ἀλλ’ Erotivm ἀπεναντίας μᾶλλον
καὶ περιττῶς ἔτρεφεν ἡμέρας τε καὶ νυκτὸς, ἅτε τῶ
νόμῳ Κυρίου καθ’ ἑκάστην ἔμμελετῶν, καὶ τοῖς ίεει
ροῖς λογίοις διηνεκῶς ἆρδευόμενος. Παρ⁹ ὃ καὶ ὁ)ςο
ξύλον ὤφθη τὸ παρὰ τὰς τῶν ὑδάτων διεξόδους πε-
φυτευμένον, καί τὸν καρπὸν ἐδίδου κατα καιρὸν
ἥδιστόν τε καὶ δαψιλέστατον. Τὸν μὲν οὖν τοῦ σώμα-
τος ἐν νεότητι πρὸς τὰς ἐπιθυμίας ἐρεθισμὸν, οὕτως
εῦ ἐκεῖνος ἠρεμεῖν παρεσκεύασε’ τοῦτον δὲ τὸν νό-
μον τῆς ἐγκρατείας οὐχ ἅμα καὶ τῇ ἀκμῇ τῆς νεό-
τητος συναποϐαλεῖν ἔκρινεν, οὔδ’ ὡς ἄχρηστον ἔτι
καὶ μὴ ἀναγκαῖον ἀπώσατο, ἀλλὰ καὶ μέχρι βαθυ-
τάτου διέσωσε γήρως ἐπιτείνων οὒκ ἀνιεὶς , καὶ
ὥσπερ τινὰ σύμπλουν ἐν χειμῶνι καὶ ζάλῃ συνδια-
πλεύσαντα, καὶ πόνων αῦτῷ κοινωνήσαντα πολλῶν
καὶ καμάτων, ἐν τῷ λιμένι ἤδη γενόμενος αἰδεσθείς
ἀποθέσθαι.
ιε’. Ἐτύγχανε τοιγαροῦν τοὺς μεν πόνους ὥσπερ
ἄλλοι τὰς ἡδονὰς ἀσπαζόμενος, ἀνέσεις δὲ καὶ τρυφὰς
διωθούμενος ἴσα καὶ πολεμίους, τοιαύτην αύτῷ τῆς
μακρᾶς συνηθείας τὴν ἕξιν ἐντυπωσάσης. Ἐν τού-
τοις οἶά τις ἀστὴρ χαριέστατος πάνυ λαμπρόν τε
καί κάλλιστον ταῖς ἀκτῖσι βάλλων, ἤδη καὶ πόρῤω-
θεν φανερὸς ἧν. Ἐπεὶ καὶ πόλιν ἐπάνω κειμένην
ν ὅρους κρύπτεσθαι χαλεπόν· οὔκουν οὒὸὲ διέλαθε,
κᾶν ἐκείνῳ τοῦτο διαπαντὸς ἔσπουδάξετο. Μὴ λαν-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.