PG 114, col. 492

οὒκ ὀλίγοι προῄσεσαν. Καὶ ὁ μὲν τῶν μαθητῶν ἀρι-
θμὸς ἤδη πολὺς ἦν, βραχὺ δε τὸ σπήλαιον καίσα-
φῶς ἧττον ἢ γατά χώρησιν, αὐτοὶ προσιόντες ἠνώ-
χλουν κα) μοναστήριον ἐγεῖραι, καὶτὸν σηκὸν αύ-
τοῖς τῶν πνευματικῶν πλατῦναι προϐάτων, μηδὲν
ἑαυτῷ μᾶλλον ἀναλωμάτων τῶν εἷς την οἰκοδομὴν
λέγοντες ⁶ τῆς τε γὰρ ἀρκούσης ἐπ’ αὐτὴν δαπάνης
ἡ χεὶρ, καὶ τῆς χειρὸς ἡμῖν ἡ γνώμη δαψιλεστέρα ⁸
οὕτω μείζονος προστῆναι ποιμνίου ὁ καλὸς τῷ ὄντι
ποιμὴν ὑποϐιαζςὶμενος, οὒκ ἔστιν εἰπεῖν ὅσαις τε
ἐϐάλλετο ταῖς φροντίσι, καὶ ὅπως τοῖς λογισμοῖς
ἐμερίζετο. "Ore μὲν γὰρ πρὸς τὸ τῆς ἡσυχίας ἑπ-
ίδοικαλὸν, καὶ τὸ καθαρὸν τοῦ νοῦ καὶ γαλήνιον, τῆς
φίλης ταύτης ἡσυχίας οἶα μητρὸς ἀποσπώμενος ἤλ-
γει. Ὅτε δὲ πρὸς τὸ τῶν φοιτούντων κηδεμονικὸν
ἀποϐλέψειε, καί τὸ μὴ δεῖν ἑαυτῷ μόνῳ ζῇν, ἀλλὰ
πολλῷ μᾶλλον καὶ τοῖς πλησίον, καὶ τούτου γε τὸν
κοινὸν Δεσπότην έωρα τύπον ἐξ ἀρχῆς γενόμενον, ’ὃς
καὶ μαθητὰς ἑαυτῷ συνήγαγε, καὶ ποιμὴν ὤφθη
κογικῶν προϐάτων , καὶ ὑπὲρ αοότῶν τὴν ψυχὴν
,δι υ να ι ο ς
κ . Ταυτα οτε κατασχολην διασκέψαιτο, τον λο-
γισμὸν αὖθις ἀνθείλκετο καὶ οὒκ εἶχεν ὅτῳ καθαρῶς
προστεθῇ. Τοὺς μὲν γὰρ τῆς ἡσυχίας καρποὺς οὒκ
ἠγνόει, ἤδει δὲ καὶ τῆς προνοίας τῶν ἀδελφῶν
ὁποῖοι, καὶ διὰ τοῦτο καὶ ἀμφοτέροις προσέκειτο,
καὶ οὐδ’ ἑτέρου παντελῶς ἐγίνετο, ἐκατέρου τε ἀφ-
ίστατο, καὶ ἀμφοτέροις πάλιν συνήρχετο. Τί οὖν
ποιεῖ ; Θεῳ τὸ πᾶν ἐπιτρέπει τῷ καὶ μόνῳ δυναμένῳ
μιγνύναι τὰ ἄμικτα, καὶ τῇ ἐκείνου πιστεύει ῥοπῇ
δυνατὸν αὗτῴ γενέσθαι καὶ τὰ τῆς ἡσυχίας διασωθῆ-
ναι καλὸν, καὶ τῶν ἐπὶ τῇ προστασίᾳ μισθῶν ἃμοιρον
μὴ ἀπολειφθῆναι. Οὔ γὰρ ἐν τῇ μονώσει τοῦ σώ-
ματος, ἀλλ’ ὶν τῷ εύσταθεϊ μᾶλλον τῆς καρδίας καὶ
γαληνῷ κατορθοῦσθαι τὸ κατά μόνας, ὡς τῷ θείω
Δαϐὶδ ὡρίζετο, Ἀμέλει καί οὕτως ἔχων τήν κρίσιν
ὅμως τῷ Θεῷ δίδωσι, καί ἱκέτης αὒτοῦ γίνεται, εἵ-
περ ὅλως κατά γνώμην, Αύτῴ τὸ ἐγχείρημα (ἐπί
νοῦν γὰρ εἶχε καί τὸ τῷ θείῴ Συμεὼν περί αὐτοῦ
πάλαι προφητευθέν), εἰ οὖν ὅλως ἀρέσκων εἴη Θεῷ
σημείῳ τοῦτο παραδηλὼσαι, καί τὸν τύπον ὑποδεῖξαι
σαφῶς ἐρ’ ᾧ, τοὺς θεμελίους πηγνύναι τοὺς τῆς μονῆς
ἔμελλεν.
κε’ . Λαϐὼν οὖν εἰς χεῖρας θυμιατήριον καί ἀνθρά-
κων πλήσας, εἶτα καί πυρὸς ἀνευ ἐπιθεὶς τὸ θυμίαμα,
τὴν ἐρημίαν aqua εὐχὴν ἐπᾲδων τοῖς χείλεσιν ° εἶχε
δὲ τὰ τῆς εὒχῆς οὕτως · Ὀ τὸν Ἰσραὴλ πάλαι διὰ
πολλῶν καί μεγάλων θαυμάτων Θεὸς πιστωσάμενος,
ὃ τὸν θεράποντα σου Μωυσῆν πολλοῖς καὶ ποικίλοις
τέρασι πείσας την προστασίαν αὐτῶν ὑπελθεῖν, καί
τὴν μὲν ῥάϐδον εἱς ὅφιν, εἷς λευκότητα δὲτὴν λε-
πρῶσαν χεῖρα μεταϐαλὼν, εἶτα τὴν προτέραν αύτῇ
πάλιν περιϐαλὼν εὔχροιαν, ὃς τὸ μὲν ’ὕδωρ εἷς αἷμα
αεταποιετς, αύτὸ δὲ πάλιν εἰς ὕδωρ άνασώζεις εὗ-
ιιόλως, ὃς τῷ Γεδεὼν σύμϐολον νίκης τόν, τε πόκον

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.