PG 115, col. 1169

ἑαυτοῦ Ἑλένην εἷς γάμον ἐκδοὺς, καὶ τά πιστά
πρὸς αὐτὸν ποιησάμενον τοῦτον μὲν ἐξέπεμψεν εἷς
τὰς Γαλλίας, φύλακα τῆς ἐκεῖσε βασιλείας ἐσόμε·
νον, αὐτὸς δὲ εἷς Ἰλλυριοὺς ἀφικόμενος έν τῷ Σιρμίῳ
διῆγεν. Ἀκούσας δὲ ὅτι οἱ πέραν Ἴστρου Βάρϐαροι
μέλλουσιν ἐπιστρατεύειν τῇ Ῥωμαίων ἀρχῇ, ἀπάρας
ἀπὸ τοῦ Σιρμίου εἷς τὸν Ἵστρον διέϐη. Καὶ πρὸς
αὐτῇ τῇ ὄχθῃ χρόνον οὒκ ὀλίγον ποιήσας, ἐπεὶ τά
τῶν βαρϐάρων ἠρεμεῖν ἐμάνθανε πάλιν συνήματα,
ἐπὶ τήν Θρᾳκην ἤλαυνεν αὖθις. Ὠς δὲ ἐν Ὀδρυσοῖς
ἐτύγχανε γεγονὼς, ἔνθα πόλιν κτίσας. Ἀδριανὸς ὁ
βασιλεὺς τὴν ἑαυτοῦ καταλέλοιπε τῷ τόπῳ προσ-
ηγορίαν, ἐπύθετο πρός τινος τῶν ἐπισκόπων, ὡς τά Β
, .. .. υ .. . ,κ .. τι .
σώματα τῶν τοῦ Χριστοῦ ἀποστόλων, Ἀνδρέου τε
καὶ Λουκᾶ, ἐν Ἀχαΐᾳ τεθαμμένα τυγχάνουσιν,
Ἀνδρέου μὲν έν Πάτραις, Λουκᾶ δὲ ἐν Θήϐαις τῆς
Βοιωτίας. Ὠς οὖν ἤκουσεν 6 βασιλεὺς ταῦτα Κων-
στάντιος, ἥσθη τε τῷ λόγῳ καὶ ἐπιμέγα ἐϐόησε,
καὶ πρὸς τοὺς παρόντας φησὶ, Καλέσατέ μοι
τὸν φίλον Ἀρτέμιον· τοῦ δὲ τάχος παραγενομένου,
Συγχαίρω σοι, ἔφη, ἀνδρῶν ἀπάντων θεοφιλέστατε.
Ὀ δὲ πρὸς αὐτόν. Καὶ εἴης μοι χαίρων, ὦ βασιλεῦ,
διαπαντὸς, καὶ μή ποτέ σε τῶν λυπηρῶν τι κατα-
λήψοιτο. Καὶ 6 βασιλεὺς, Ζητεῖς δέ τι χαριέστερον,
ὧ φίλων ἄριστε, τῆς τῶν σωμάτων τῶν τοῦ Χριστοῦ
ἀποστόλων εὕρέσεως; καὶ 6 μέγας Ἀρτέμιος⁴ Τίς
καὶ πόθεν. ὦ δέσποτα, 6 τοῦτον ἡμῖν τὸν θησαυρὸν
φανερώσας τήν σήμερον ; Καὶ 6 Κωνστάντιος. Ὁ τῆς
’Λχαΐας, ἔφη, ἒπίσκοπος, 6 νῦν ἐφορεύων έν Πά-
τραις. Ἀλλ’ ἄπιθι, ἀνδρῶν ἄριστε, καὶ τὸ τάχος ἐν
Κωνσταντινουπόλει μοι τὴν τούτων ἀνακομιδήν
ποίησον. Ταῦτα ἀκούσας παρὰ τοῦ βασιλέως 6
μέγας, τήν ἐπὶ τοὺς ἀποστόλους ὁδὸν ἐπορεύετο,
τὰ τούτων ἀνακομίσιυν ἅγια λείψανα, ἃ δή καὶ μάλα
θαυμασίως ἀνακομισάμενος, έν τῷ παρ’ αὐτοῦ τοῦ
Κωνπάντίου ἐκ βάθρων οἷκοδοληθέντι ναῷ, ἐπὶ τῷ
τῶν ἀποστόλων ὀνόματι, παρὰ τῷ τοῦ πατρὸς τάφῳ
ταῦτα κατέθετο, καὶ γέρας γε αὐτῷ τῆς λειτουρ-
γίας 6 βασιλεὺς, δεηθέντων τῶν ἐπισκόπων, τήν τῆς
Αἰγύπτου παρέσχεν ἀρχήν. Τοιοῦτος καὶ πρὸ τῶν
τῆς μαρτυρίας ἀγώνων ὑπῆρχεν Ἀρτέμιος, καὶ
οὕτω παρά πᾶσιν αἰδέσιμος.
6'. Ἐπορεύετο μὲν οῦν 6 μέγας Ἀρτέμιος τήν
ἐπ’ Αἴγυπτον, ἄρτι τήν τοῦ δουκὸς ἀξίαν περιϐαλό-
μενος. Ὀ Κωνστάντιος δὲ τῆς Κωνσταντινου πόλεως
ἀπάρας, τὴν ἐπὶ Συρίας ἐποιεῖτο ὁδὸν, καὶ φθάσας
τὴν μεγαλόπολιν ’Δντιόχειαν, αὐτοῦ που κατασκη-
νοῖ, τὸν πρὸς τοὺς Πέρσας ἐτοιμαζόμενος πόλεμον·
αὐτοῦ δὲ τῇ πόλει προσμένοντος, ἀφίκετο γράμ-
ματα πρὸς αὐτὸν, δηλοῦντα τήν Ἰουλιανοῦ ἐπανά-
στασιν. Ὀ γὰρ Ἰουλιανὸς, ὡς δεδήλωται μοι καὶ
πρόσθεν, ἐπὶ φυλακῇ τῶν Ἐσπερίων εἷς τὰς Γαλ-
λίας ὑπὸ τοῦ Κωνσταντίου Καῖσαρ ἀποδειχθεὶς, αὐτὸς
ὲπιπλεῖον ἐν τῷ τοῦ Καίσαρος σχήματι εἶναι μή
ἀνασχόμενος, διάδημά τε περιτίθεται, καὶ τῷ τῆς
βασιλείας ἑαυτὸν έπιφημίζει ὀνόματι. Ἐπεὶ δὶ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.