PG 115, col. 1180

ἐρωτᾷν τοὺς νεκροὺς,ἔχοντας· ἐκ τῶν θεοσόφων λο-
γίων τοὺς ἀληθεῖς μάρτυρας, οἵ τήν τοῦ Χριστοῦ
παρουσίαν τε καὶ θεότητα προκατήγγειλαν.
lZ'. Πυθαγόρας δὲ 6 τῆς Ἰταλικῆς κατάρξας αῖ-
. ν η .
ρὲσεως τί μὲγα καὶ θαυμαστον εν τῳΔ βιῳ. «post
παραχθεὶς ἀπειργάσατο, ἢ ’ὁτι ἒν Ὀλυμπίᾳ γενό
μενος, ὡς ὑμεῖς φατε, χρυσοῦν τὸν ἑαυτοῦ μηρὸν
τοῖς Ἑλλανοδίκαις ὑπέδειξε ; καὶ βοῦν θύεσθαι μέλ-
λοντα μυκησάμενονο ’Δνοδρὸς, ἔφη, ψυχὴν ἐμοὶ φιλ-
τάτου κέκτηται. καὶ διὰ τοῦ μυκήματος προσαγο-
ρεύει με ὁ ταλαίπωρος, καὶ ἀετὸν ἐν ὕψει καταπε-
τὸμενον δι’ ἐπῳδῆς καταπεσεῖν ἐπὶ γῆς πεποίηκε ;
Ταῦτα 6 τρὶς γεννηθεὶς ὲθαυματούργει ἐν Ὀλυμπίᾳ
γενόμενος, δοξομανιῖΝ καὶ φαντασιούμενος ὁ τρισ-
άθλιος, ὁ τὴν τετρακτὺν ὅρκον τιθέμενος καὶ ταύ-
την φασκων πηγὴν ἀεννάου φύσεὼς, 6 τοὺς κοάξ
μουςΠσεϐόμενος, δι’ οὕς ἀπώλετο μετα τῶν αὑτοῦ
ἑταίρων, ὑπὸ τῶν Τάραντίνων συνελαυνόμενος ·
μὴ βουλόμενος γὰρ τὸν τόπον πατῆσαι, ἐν ᾦ οἶ
κύαμοι ἐσπαρμένοι ἐτύγχανον, αὐτοῦ μετά τῶν
ἑταίρων καὶ μαθητῶν κατασφάττεται, καὶ τῶν
ἐχθρῶν γίνεται παρανάλωμα. Θεανὼ δὲ ἡ τούτον
γαμετὴ καὶ μαθήτρια, μή θελουσα τὴν αἰτίαν κατ-
ειπεῖν δι’ ἢν τὸν κύαμον οὑκ ἐσθίουσι, τήν γλῶτταν
ἓκτμηθεῖσα πρότερον, καὶ αὑτή προσαπόλλυται.
ΙΗ’. Ταῦτα τῶν σοφῶν φιλοσόφων τα προτερή-
ματα, τῶν δὶς καὶ τρὶς γεννηθέντων ὡς αὐτὸς ἐρήο
τόρευσας, κάκεῖνα τοῦ ἐμοῦ Χριστοῦ ἐπὶ σωτηρίᾳ
. -ι . .
καὶ ἀνακλήσει τοῦ τῶν ἀνθρώπων γένους τὰ τερατ.
ουργήματα. Καὶ Πυθαγόρας μὲν καὶ Ἑρμῆς Ti:
τῶνάνθρώπων ψυχὰς εἷς τὸν ᾅδου πυθμένα κατά-
γουσι, μετεμψυχώσεις δή τινας καὶ μεταγγισμους
παρεισάγοντες, ποτὶ μὲν εἷς ἄλογα ζῶα καὶ θηρία
ταύτας μεταϐιϐάζοντες, ποτὶ δῖε εἰς ῗχθῦς καὶ φυτὰ
καὶ ἄλλας τινὰς ἓπανακυκλήσεις καὶ περιόδους
κατασπῶντες αὐτὰς καὶ ἀπορῥαπίζοντες. Ὀ δὲ
Χριστὸς, καθ’ ’ὸ Θεὸς ὑπάρχων ἀληθὴς καὶ αἰώνιος,
ἀθάνατον αὐτὴν καὶ ἀγήρω κατασκευάσας τῷ
ἆπαρχῆς πνεύματι θείῳ καὶ ἐμφυσήματι,γὴᾐνίκα
τὸν πρῶτον ἐδημιούργησεν ἄνθρωπον, ὡς αἱ θεῖαι
καὶ ἀδιάϐλητοι τοῦ Μωσέως βίϐλοι διασαφοῦσι,
πεσοῦσαν πάλιν διὰ τῆς παρακοῆς καὶ τῆς ἂπάτῃς
τὸὗ ψυχοφθόρου δράκοντος ἐλθὼν ἐπὶ γῆς καὶ πο-
λιτευσάμενος καὶ ὑποδείξας ἡμῖν ὁδὸν σωτηρίας
διὰ τοῦ βαπτίσματος καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀνα-
στάσεως, ἐκ τῶν τοῦ ᾅδου πυθμένων εἰς οὐρανοὺς
ταύτην ἐπανήγαγε, καὶ πάλιν ἐρχόμενος κρῖναι
ζῶντας καὶ νεκροὺς, ἐξαναστήσει τὰ σώματα, καὶ
συνάψει ταῖς ἑαυτῶν ψυχαῖς, καὶ ἀποδώσει ἑκάστῳ
κατᾶ τὰ ἔργα αὐτοῦ.
[Θ. Ταῦτα τοῦ μάρτυρος φιλοσοφήσαντος, 6 πα-
ράνομος Ἰουλιανός · Ὁρᾶτε, ἔφη, ἄνδρες Ῥωμαῖοι
καὶ Ἕλληνες, τουτονὶ τὸν παλαμναῖον καὶ ἀλιτήριον,
πόσον ἐκτῶν ἑλληνικῶν μαθημάτων κατὰ τῆς ἡμε-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.