PG 115, col. 1276

ιαθάπερ τὰ νεουργὰ τῶν ἳππων, τῆς μητρὸς οὗ
ρέρων τὴν ἀλλοτρίωσιν. Ἀμέλει καὶ πυκνά τοὺς
ι Α . ι Ι ν ‘ λ νθκ
Ξφθαλμοὺς περιστρέφων πανταχοῦ, καὶ φιλτάτῃ
γλώσσῃ καὶ ὅμμασι τὴν μητέρα ἐπιςητῶν, ὁρᾷ
καθήμενον ἐπὶ μετεώρου τὸν βασιλέα, καὶ πρὸς αὖ-
. . ι σι ι ι δ Α \ \ ο -Ι \
τὸν ἀποτρέχει δακρύων τοὺς ὀφθαλμοὺς ὑπόπλεως.
Εἶτα τοῖς ἐκείνου περιεκαλινδεῖτο ποσὶν, ὑπὲρ τῆς
μητρὸς, ὡς εἶχε, δεόμενος. Ὀ δὲ λαϐὼν, καὶ τοῖς
γόνασι περιθεὶς (ἦν γὰρ τὸ παιδίον καὶ χάριεν οἷον
καὶ ἀστεῖον τὴν ὄψιν, καὶ ἡδέως τὰ παιδικὰ ψελλι-
ζόμενον), ἀνηρώτα τίνι μᾶλλον ἅν ἕλοιτο συνεῖναι,
καὶ τίνα πλέον φιλεῖ. Τὸ δὲ τὴν μητέρα ἔλεγε, τήν
KI". Προσχὼν τοίνυν 6 βασιλεὺς τοῖς τοῦ παιδὸς
λόγοις. Τίδέ ἐστι τοῦτο, εἶπεν, ’ὸ λέγεις μαρσύριον;
Τὸ δέ, Ὢ τῆς συνετιζούσης καὶ νηπίους,Δέσποτα,χάρι-
τος τὸ ἀποθανεῖν ὑπὲρ Χριστοῦ, ἔφη, καὶ αὗθις ζῆ-
σαι. Ἀλλά τίς 6 Χριστὸς οὗτός ἐστι, πάλιν ὁ βασι-
λεύς. Καὶ τὸ παιδίον· Δεῦρο παρὰ τὴν ἐκκλησίαν,
ἔφη, καί αὐτὸν ὑποδείξω σοι. Καὶ μεταξὺ παραθεα-
σάμενος τήν μητερα, Ἕασον, κλαυθμυριζόμενος
εἶπεν, ἔασον τὴν μητέρα καταλαϐεῖν. Ὀρῶ γὰρ
ὑπὸ τῶν δημίων ἑλκομένην, καὶ κακῶς πάσχουσαν.
Ὁ βασιλεὺς οὖν’ Καὶ τίνος χάριν ἧκες ἐνταῦθα,
λέγει, τήν μητέρα καταλιπών; Ἀλλ’ ἔσο μεθ’ ἡμῶν,
καὶ πᾶν τῶν ὀπωρῶν κάλλιστον ἐπιδώσω σοι. Τοῦτο
ἐκεῖνος μὲν ὡς ἁπλοῖκῷ παιδίῳ καὶ ἀφελεῖ, καὶ
αὐτό γε τοῦτο παιδὶ ἐντυγχάνειν οἰόμενος, εἷπε.
Τὸ δὲ ἄρα πολλῷ τῆς ἡλικίας τήν φρόνησιν προ-
ήκουσαν ἔχον, ἐπιεικῶς ἀνένευεν, Οὐκοῦν, λέγον,
οὐκ ἐνταῦθα παραμενῷ ποθῷ γὰρ τῆν μητέρα.
Καὶ σὲ δὲ Χριστιανὸν εἶναι νομίσας, ἦλθον ὑπὲρ
αὐτῆς δεησόμενος· μετὰ Ἰουδαίου γὰρ οὐδὲ διατρί-
ϐειν ὅλως ἐθέλω, ουδὲ λαϐεῖν τι παρά σοῦ τὸ παρά·
παν ἁνὲχομαι. Τοῦτο δέ μοι δὸς μόνον, ὦ βασιλεύ,
τὸ πρὸς τὴν μητέρα πάλιν ἐπανελθεῖν. Ἐξὲπληττε
τὸν βασιλέα τὸ εὐσύνετον τοῦ παιδός. Τῶν οὗν περιεσ-
τώτων τινὲς, σοφώτερον δῆθέν τι ποιοῦντες, ἀπάγειν
πρὸς τὴν βασίλισσαν τὸ παιδίον ἠξίουν τὸ ἁπαλὸν
οὕτω τῆς ἡλικίας ὑποκλέψαι πειρώμενοι. Τὴν μὶν
γὰρ μετά τοῦ βασιλέως ὁμιλιαν ἀήθη τῷ παιδῖ
ᾤοντο εἶναι ὡς ἀνδρώδη καί τραχυτέραν· εί δὲ βα-
σίλισσαν ἀκούσειε καὶ γυναῖκα, προθύμως αὐτοῖς
ἀκολουθήσειν, ἅτε παρά μητρῖ χαριέντως ἔνι τρε-
φόμενον, καὶ ἂπαλωτὲραις χαῖρον ὁμιλίαις. Ἀλλ’ ἡ
τοῦ παιδὸς σύνεσις πάλιν τὴν ἐκείνων ὑπερέϐαλλε
πανουργίαν, καὶ οὐδὲ ἀπόκρισιν αὐτοῖς ὅλως πρὸς
KA'. Ἰδὼν δὲ ῥιπτουμένην αὐτὴν κατᾶ τῆς φλο-
γὸς, καὶτὰ σπλάγχνα διακαυθὲν, τολμᾷ τι καὶ πα-
ραϐολώτερον ἑυθὺς τὸ παιδίον· καὶ ὡς είς-τήκει
πρὸς τοῖς τοῦ τυράννου γόνασι Δουναὰν, ἐπικύψας

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.