PG 115, col. 224

τῶν Ἐλληνων τὴν μετάνοιαν καὶ ἐπιστποφὴν, τῶν
τὸ αὐτῷ πρέπον σέϐας τοῖς δαίμοσι προσφερόντων·
ἔτι δὲ καὶ τῶν εὐαρεστούντων αὐτῷ δούλων τὴν
ἐκλογὴν καὶ προκοπὴν βουλόμενος ἐκτελέσαι, οὕτως
ᾠκονόμησεν. Εἰ γὰρ ἠϐούλετο εὐθέως ὑμῖν ἀποδοῦ-
ναι καὶ ὑμᾶς ἀπόλλυσθαι αἰωνίως, καὶ οἱ δοῦλοι αὖ·
τοῦ οῦκ ἐγίνοντο φανεροὶ, ἀλλὰ καὶ ἠ δύναμις τῆς
χάριτος αὐτοῦ ἀργὴ διέμενεν. Καὶ πῶς εἶχεν δόξα·
σθῆναι ό Κύριος ἡμῶν Ἰησοῦς Χριστός, εἰ μὴ ἦν
μακρόθυμος ἐπί ταῖς πονηρίαις ὑμῶν ;Νῦν δὲ συγ-
χωρεῖ ταῦτα οὕτως γενέσθαι, ἱνα καὶ ὑμεῖς ὅσοι οὗ
μετανοεῖτε, ἀλλὰ καταπτύσαντες τῆς ἀνοχῆς καὶ τῆς
μακροθυμίας αὐτοῦ ἐμμένετε τῇ ὠμότητι ὑμῶν καὶ
τῇ ἀποστάσει τῆς ἀπωλείας αὖτοκατάκριτοι γίνησθε,
καὶ ἡμεῖς δὲ ἐκ προθέσεως τὴν δεσποτείαν αὑτοῦ
ἐπιγνόντες, ζήσωμεν ἀϊδίως σὺν αὐτῷ καὶ ἱ) δόξα δὲ
αὐτοῦ φανερωθῇ διὰ τῶν μετανοούντων ἀνθρώπων
καὶ διορθουμένων τόν ἑαυτῶν βίον.
.Ζ’. Βιϐιανὸς εἶπεν· Ἀκάκιε, ἔμαθες γράμματα,
ὅτι οὕτως προσόχως ἀποκρίνῃ· μὰ τοὺς θεοὺς ἐνδεχό-
μενον λόγον εἶπας, ὅσον τό ὑπ’ ἐξουσίαν εἶναι Θεοῦ
τὴν τῶν ἀνθρώπων σωτηρίαν. Ὀ ἅγιος
Ἀκάκιος
εἶπεν· Ἐν τούτῳ γὰρ μᾶλλον, ὧ δικαστά, ὀφείλεις
γνωρίσαι τήν δύναμιν καὶ την χάριν τοῦ Θεοῦ τοῦ
πάντων ἡμῶν Δεσπότου, ὅτι μὴ μαθόντος τὰ δοκοῦντα
ὑμῖν περισπούδαστα γράμματα, εἰ μή μόνον όὶίγα
πρὸς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν, αὐτὸς ὑπὲρ
ἡμῶν τῶν ἐλεεινῶν δούλων αὐτοῦ ἀπολογεῖ τε καὶ
ποιεῖ ὑπὸ πάντων ἀνθρώπων, ἀλλὰ καὶ ὑφ’ ὑμῶν
τῶν πεπαιδευμένων ἐπαινεῖσθαι* καὶ γὰρ ἀπ’ ἀρχῆς
πληρῶν τὴν οἰκονομιαν καὶ μέλλων κηρύσσειν ἐν
κόσμῳ τὴν ἑαυτοῦ βασιλείαν, οῦκ ἐχρήσατο ἀνθρώ-
ποις ἤ γένει, ἡ πλούτῳ, ἧ λόγῳ, ἥ γράμμασι δυνα-
τοῖς πρὸς τὸ κήρυγμα τοῦ Εὐαγγελίου, ἀλλ’ ἁλιεῦσι
καὶ τελώναις, καὶ παντελῶς ἐν πτωχαῖς περιουσίαις
ἐχρήσατο. Τοῦτο δὲ ἐποίησεν ὁ φιλάνθρωπος Θεὸς,
δα ἡ ὑπερϐάλλουσα πάντα νοῦν δύναμις αὐτοῦ 71:0)-
ρισθῇ, τοῦ θείου καὶ ἁγίου Πνεύματος ἐν πᾶσι συνέρα
γοῦντο ς αὐτο ῖς.
Η. Ὀ δικαστὴς εἶπεν· Ἐγὼ ἐάσας τό καίριον,
ι - ι "'1
ii; εἰπεῖν ληρῶ μετὰ σοῦ τοιαῦτα διαλεγόμενος· οἶδας
δε, ὅτι παντὸς φόϐου ἡμῖν ἐστι γέμοντα τὰ προστά-
γματα τῶν αὐτοκρατόρων, ὥστε ἡ θύοντας καὶ θερα-
πεύοντας τοὺς θεοὺς ὑμᾶς τοὺς Χριστιανοὺς ἐν πᾶσί
ὅτε ὑπηκόους αὐτοὺς γενομένους καὶ τιμὰς παρ’
αὐτῶν κομίζεσθαι, τοὺς δὲ μὴ θύοντας τιμωρεῖσθαι
κατὰ κράτος. Θύεις οὖν τοῖς θεοῖς καὶ πειθαίοχείς τοῖς
νόμοις τῶν βασιλέων, ἦ ἀκμὴν ἀντιλέγεις ; Ὀ ἅγιος
Ἀκάκιος εἶπεν· Καὶ ἐπὶ Φηρμου πολλάκις ἐπερω-
τηθεὶς, ὡμολόγησα Χριστιανὸν ἑαυτὸν εἰναι, καὶ πάλιν
λέγω ὅτι Χριστιανός εἰμι, καὶ οῦ θύω δαίμοσιν ἀκα-
θάρτοις ποτέ. Ὀ δικαστὴς εἶπεν· Ἐγὼ ἔτι τό τῆς
ἡλικίας σου μέτρον οἰκτείρω· όρῶ γὰρ σε μὴ πλέον
εἰκοσι καὶ ε’ ἐτῶν ὄντα· ἀλλὰ καὶ τὸτοῦ στρατιώτου

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.