PG 125, col. 364

Βαϐυλῶνος ἐπανελθόντες· νεκρῶν γὰρ ὀστέων acab
διέφερον, ὡς παρὰ τῷ Ὶεζεκιὴλ εἴρηται. Ἀλλὰ
μὲν καὶ Ἐζεκίας ἀσθενήσας, προσθήκην ζωῆς
ἔλαὸεν.
Ὲγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ παρεμϐολὰς
ἔκλιναν ἀλλοτρίων. Ταῦτα καὶ αὑτοῖς μὲν τούτοις
τοῖς ἀπὸ Βαϐυλῶνος ἐπανελθόσιν ἁρμόττει. Καὶ γὰρ
τὰ πρόσηικα ἔθνη ἀεὶ διαφθονοῦντα αὐτοῖς, καὶ ἐπιτι-
θέμενα μᾶλλον τότε, ῢαρῤοὖντες ὅμως τῇ τοῦ Θεοῦ
δυνάμει, διὰ πῖστεως κατεπολέμησαν ⁸⁸, ’Ᾱρμόττει
δὲ καὶ τῷ Σαμψὼν μάλιστα.
Ἕλιιόον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς
αὐτῶν. Ἠ Σαραφθῑα διὰ τοῦ Ἠλιοῦ, καὶ ,ἡ Σουνι-
μῖτις διὰ τοῦ Ἐλισαίου.
Ἄλλοι δὲ ἐτυμπανίσθησαν. Τουτέστιν ἀπετμή-
θησαν, ὡς Ἰωάννης. ὡς Ἰάκωϐος, 6 Ζεϐεδαίου. Τι‹
vt; δὲ τὸ, τυμπανισθῆναι, ῥοπάλοις τυφθῆναι
εἷπον,
οὐ προσδεξάμενοι τὴν-ἀπολύτρωσιν. Τουτέστιν,
ἠδύναντο μὴ ἐλέγχειν οὓς ἤλεγχον, καὶ λυτρωθῆναι
τῆς ἐπαγομένης αὐτοῖς τιμωρέας, ἀλλ’ οὐκ ἠθέλησαν
τοῦτο.
ἰνα κρείττονος ἀναστάσεως τύχωσι. Κρείττο-
νος, οὐ τοιαύτης, οἵας τὰ παιδία τῶν γυναικῶν ἦ
κρείττονος παρὰ τὴν τῶν λοιπῶν ἀνθρώπων. Οἱ μὲν
γὰρ ἆγιοι εἰς ἀπάντησιν τοῦ Κυρίου λαμπροὶ ἐν
εφέλαις ὰρθήσονται, ὅπερ ἀλλαχοῦ ἐξανάστασιν
ὀνομάζει. Καὶ ἄλλως, ὅτι εἰς ζωὴν αἰώνιον. ΟΞ δὲ
λοιποὶ κάτω τε μενοῦσι, καὶ εἰς κόλασιν αἰώνιονὴ
ἀνάστασις αὐτοῖς.
Ἕτεροι δὲ ἐμπαιγμῶν. Ὠς 6 Ἐλισσαῖος παιζό-
μενος ὑπό τῶν παιδαρίων, ἢ 6 Σαμψὼν ὑπὸ τῶν ἀλ-
λοφύλων, μετὰ τδ ἐκκοπῆναι, τοὺς ὀφθαλμούς.
Kal μαστίγων πεῖραν ἐλαεον. Καὶ πολλοὶ τῶν
προφητῶν, καὶ⁵ Πέτρος ὕστερον, καὶ Ἰωάννης.
Ἔτι δὲ δεσμῶν καὶ φυλακῆς. Ὠς Ἱερεμίας xal
Μιχαίας, καὶ οἱ ἀπόστολοι ὕστερον.
Ἐλιθὰσθησαν, Ὠς 6 Ναῦουθαὶ, καὶ 6 Στέξανος
δὲ ὕστερον.
Ἐπρίσθησαν. Ὧν ὁ Ἡσαΐας ὑπο Μανασσῆ, ὃν
καὶ ξυλίνῳ πρίονί φασι πρηθῆναι , ῐνα ἀλγεινοτὲρι
αὒτῷ εἴη ἡ τιμωρία ἐπὶ πλεῖον κολαζομένῳ.
Ἐν φόνῳ μαχαίρας ἀπέθανον. Ὡς Μιχαίας, καὶ
Ζαχαρίας, καὶ Ἰωάννης, καὶ Ἰάκωϐος. Ὀρα δὲ mi»;
οἰ μὲν ἀπὸ πίστεως στόματα μαχαίρας ἔφυγον, οἱ δὲ
ὲν φόνῳ μαχαίρας ἀπέθανον. Τοιοῦτον γὰρ ἡ πίστις
καὶ ἀνύει μεγάλα, καὶ πάσχει, μεγςῑιλοι⁷ καί οων
οῐεται πάσχειν. Πῶς οὖν ὑμεῖς μήπω μηδὲν τοιοῦ-
τον παθόντες, ἀδημονεϊτες
Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.