PG 127, col. 488

ὑπολήψει εἴχετο. '0 δὲ Γαῖτας ἄρχων οὑ μόνον τῶν
δεσμῶν ἀνήθη [Γ. ἀνείθη] καὶ τῆς φρουρᾶς, ἀλλὰ
καὶ ἐτέρας ἀρχῆς ἐξουσίαν παρὰ τοῦ πρίγκιπος ταῖς
μεσιτείαις τοῦ ἁγίου ἐδέξατο. Καὶ οὕτω μετά χαρᾶς
ἐν τοῖς ἰδίοις ὑπέστρεφε, δοξάζων τὸν Θεὸν, καὶ τὸν
ὅσιον αὑτοῦ πλείστα ἀπευχαριστῶν.
ιγ’. Προσκείσθω δέ πρὸς πληροφορίαν τῶν λεγο-
μένων καὶ ὁ σχολαστικὸς (5) Ἰωάννης τὰ εἰρημένα
βεϐαιῶν, καὶ τὴν πρὸς τὸν ὅσιον ἀγάπην τῶν ἁγίων
ἐμφαίνων. Οὗτος ἐκ τῆς νήσου τῆς Σικελίας ὁρμώ-
ιενος, τῶν ἀρετῶν τε καὶ τῆς εὑφυῖας καὶ λογιότη-
τος τοῦ ἁγίου κατήκοος ὢν, ἐπεπόθει καὶ δψιν ἐκεί-
νου ἰδεῖν, καὶ λόγων ἀπολαῦσαι τῶν αὑτοῦ καὶ εὑ-
χῶν. Τὸ βουλευθέν οὑν εἰς ἔργον διαπεράνας, ὁδοῦ
εἴχετο, καὶ τὸ μοναστήριον ἐντὸς ὀλίγωνὴμερῶν κατ-
έλαϐε, τοῦ ποθουμένου τε ὡς ἐφετὸν ἀπολαύσας.
καὶ ὑπὲρ τὴν φήμην μᾶλλον ἰδὼν τὰ ἐλπιζόμενα,
καὶ πρὸς τὴν Ῥώμην ἀπάρας ἐϐουλεύσατο, καὶτοῖς
κορυφαίοις τῶν ἀποστόλων Πέτρῳ καὶ Παύλῳ προσ·-
κύνησιν ἀπονεῖμαι ο ὃ δὴ καί. πεποίηκε. Προσκυ-
νήσας οὖν, καὶ ἡμέρας οὑ συχνάς ἐν Ῥώμῃ διατρῖ-
ψας, καὶ μὴ τῆς παρά τοῦ δικαίου τυχὼν προνοίας
καὶ⁹ ἐπισκέψεως (ἐξ οἰκονομίας ῐσως θειοτέρας, ὅπως
καὶ ἢν εῐχον οἰ ἆγιοι ἀπόστολοι up“ τὸν δίκαιον
ἀγάπην καὶ τῷ κόσμῳ τούτῳ ἐνδημοῦντα κατάδηλος
γένηται), ἀσπλαγχνίαν τῷ ἁγίῳ κατέγνω, καὶ πρὸς
τὰ οἰκεῖα, συνταγῆς ἄτερ καὶ εὐχῆς τούτου, πάλιν
νοστῆσαι διενοήθη. Πλοίου οῦν ἐπιϐάς, ὀδοῦ ἦ
πτετο. Ἀλλ’ ἐκεῖνος οὕτω μὲν καὶ ἐϐουλεύσατο καὶ
ἐποίει ⁸ ή δὲ Πρόνοια ἐτερα ποικίλλουσα ἦν. Ὠς
γάρ τῷ πελάγει ή ναῦς προσώρμησεν, ἐναντίος ἁνε-
μος ἐπελθὼν, ἄλλοις ἀλλαχόθεν τόποις ταύτην ἤμει-
ϐεν. Ἐν ἱκαναῖς δ’ ἡμέραις τούτου ἐν τῷ πελάγει
κακῶς περιφερομένου, στένωσις καὶ ἀπορία πάντος-
θεν τοῦτον ἐλάμϐανεν. Οὑδέ γάρ ἐτερόν τι ἦν τὸ
προσδοκώμενον ἢ ό δι’ ὕδατος θάνατος. Οὑτως οῦν αὑ-
τῶν ἐν ἀμηχανίᾳ καὶ σκοτοδινίᾳ πλεόντων ναῦς ἐτέρα
φαίνεται πλησιάζουσα τούτοις’ ἐρωτήσας δὲ, καὶ
μαθὼν Ἀμαλφηνοὺς εἶναι, πρὸς τὴν Ῥώμην δέ τήν
[1. τὸν] ἀπόπλουν ποιεῖσθαι, δυσωπεῖ συμπαραλα-
ϐεἰν καὶ αὑτόν. Οῦ γεναμένου, καὶ καλῶς ἐκείνων
πλευσάντων, καὶ τῷ λιμένι τῆς Ῥώμης προσορμη-
σάντων [Γ. -μισ.], τοῦ πλοίου Ἰωάννης δ σχολαστι-
κὸς ἐξελθὼν, ἐν τόπῳ τινὶ παραθαλασσίῳ ἠρεμίας
καὶ ἀναπαύλης ἐτύγχανεν, ἀδολεσχῶν καὶ ἀχθόμεο
νος καί¹ τῇ πράξει διαπορούμενος. Χ
ιδ’. ’Λσχάλλοντι οὖν αὐτῷκαὶ τὴν ψυχὴν παθαι-
νομένῳ, ἄνδρες δύο ἐπιφαίνονται ἐπὶ τοῦ ὓδατος τῆς
θαλάσσης, καὶ πρὸς αὑτὸν ἐρχόμενοι ο οἳ καὶ τοῖς
ἁγίοις καὶ κορυφαίοις τῶν ἀποστόλων Πέτρῳ καὶ
Παύλῳ ἐῴκεσαν , ἐγγύς τε γενόμενοι, Χαξροις, εἷπον,
ἑταῖρε υ πόθεν ἔρχῃ ; καὶ ποῦ πορεύῃς καὶ πῶς μο-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.