PG 130, col. 1305

αὑτοῦ γεγονὼς οὐκ αὐτῷ ἦν ἴσος καὶ ὅμοιος, ἀλλὰ
τῷ Ἀδάμ; Πᾶν γὰρ γέννημα ἴσον xxi ὅμοιον τῷ γε-
γεννηκότι κατὰ τὴν φύσιν terim. '0 δὲ ἀπόστολος
Ἰωάννης εἶπεν ἐκ τοῦ πονηροῦ τὸν Κὰῐν, οὐχ ῶς
ἐκ τοῦ πονηροῦ σωματικῶς γεννηθέντα, ἀλλ’ ὡς τὴν
Ϊξκακίαν ἐξ ἐκείνου μεμαθηκότα. Πολλάκις γὰρ τέκνον
ἐλέγεται καὶ ὀ μαθητὴς, xai πατὴρ αὖθις ὁ διδάσκα-
ἓλος. Ἐπεὶ δὲ οὖδενὶς τῶν ὲγκοσμίων κτισμάτων
έέδείχθη δημιουργὸς ὁ Σατανᾶς, ὼς ἐν τοῖς κατὰ τῶν
’ ῖΠαυλικιάνων κεφαλαίοις ἀναγέγραπται, πρὶς ἃ πρὸ
μικροῦ προεπέμψαμεν, οὐδενὸς ἄρα τῶν ἐν τῷ κόσμῳ
κτισμάτων κοσμοκράτορα καὶ κύριον statim ὁ θεὸς
’Λλλ’ ἐπεὶ πολυσήμαντον ὗνομα τοῦ κόσμου πέφυκεν, ἓν δὲ τῶν σημαινομένων ἐστὶ καὶὴ
κατέστηκεν.
κοσμικὴ κακία καὶ μοχθηρία, περὶ ἧς ο Κύριος ἔλεγε πρὸς τους μαθητὰς, ὃτι El ἐκ τοῦ κόσμου
ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει, ταύτης δὲ μόνης ὀνομάζεται κοσμοκράτωρ, αὐτὸς τὴν κακίαν ταύτην
δημιουργήσας τῇ τοῦ καλοῦ φυγῇ, καὶ δι’ αὐτῆς ἄρχων, καὶ κυριεύων τῶν ὑπ’ αὐτῆς δελεαζομένων, καὶ
ὑποταττομένων ἑκουσίως αὑτῷ .
η’.Λέγουσιν, ὅτι τῶν ανθρώπων πικρῶςτυραννουμέ· Β 8.
νων, καὶ ἀπηνῶς ἀπολλυμένων , μόγις ὀλίγοι τινὲς
τῆς τοῦ Πατρὸς μερίδος ὲγένοντο, καὶ είς τὴν τῶν
ἀγγέλων τάξιν ἀνέδησαν. Τούτους δὲ εἶναι τοὺς
έν ταῖς γενεαλογίαις τοῦ τε κατὰ Ματθαῖον Εὖαγγε-
λίου καὶ τοῦ κατὰ Λουκᾶν μνημονευομένους. Ὀψὲ
ποτε δὲ συνῆκε κατασοφισθεὶς ὸ Πατὴρ, καὶ ἁδι-
κεῖσθαι γνοὺς, ὅτι τὺ τιμιώτερον μέρος τοῦ ἀνθρώ·
που δοὺς , τὰ καιριώτατα συντελέσας είς τὸν ἀτταρ-
τισμδν αὐτοῦ, πολλοστημιῗριον ἀποφαίνεται τοῦ
γένους, καὶ ἅμα κατελεήσας τὴν ψυχὴν, τὸ ἴδιον
ἐμφύσημα πάσχουσαν οὓτως ἀθλίως, καὶ καταδυνα-
στευομένην διαναστῆναι πρὸς ἄμυναν, {xui ὲν τῷ
πεντακισχιλιοστῷ πεντακοσιοστῷ ἔτει ὲξερεύξασθαι
τῆς ἑαυτοῦ καρδίας Λόγον, τοῦτον δὴ τὸν ram καὶ
Θεὸν, Ἐξηρεύξατο γάρ, φησὶν, ὴ καρδιά μου Λό-
γον ἀγαθόν. Τοῦτον δε τὸν Λόγον καὶ Υἱόν ἰσχυρί-
ζονται εἶναι τὸν ἀρχάγγελον Μτχα ήλ. Καλεῑται γὰρ,
φησὶ, τέ ὄνομα αὐτοῦ paruvlus ,βουλῆς ἄγγελος.
Ἀ ρχαγγελον μὲν καλούμενον ὡς θειότερον ὅλων τῶν
ἀγγέλων, Ἰησοῦν δὲ, ῶς πᾶσαν νόσων καὶ μαλακίαν
ίώμενον, Χριστὸν δὲ, ὡς χρισθέντα τῇ σαρκί. Κατ-
ελθεῖν δὲ ἄνωθεν, καὶ εἰσρυῆναι διὰτοῦ δεξιοῦ ὠτὸς
τῆς Παρθένου καὶ περιθέσθαι σάρκα τῷ φαινομένῳ
μὲν ὑλίκὴν καὶ ὁμοίαν ἀνθρώπου σώματος, τῇ δ’
ἀληθεία ᾰῦλον xai Θεοπρεπῆ, καὶ ἐξελθεῖν αὖθις ὅθεν
εἰσῆλθε, τῆς Παρθένου μήτε τὴν εἴσοδον αὐτοῦ
γνούσης, μήτε τὴν ἔξοδον, ἀλλ’ ἁπλῶς εὑρούσης αὺ-
τὸν ἒν τῷ σπηλαίῳ κείμενον ἐσπαργανωμένον, καὶ
τελέσαι τὴν ἔνσαρκον οἰκονομίαν, καὶ ποιῆσαι, καὶ D Pe
διδάξαι τὰ έν τοῖς Εὑαγγελέοις ἀναταττόμενα , πλὴν
ὲν φαντασίᾳ τοῖς ἀνθρωποπρεπέσιν ὑποκείμενον
πάθεσι. Σταυρωθέντα δὲ καὶ ἀποθανεῖν. Καὶ ἀναστῆ-
ναι δόξαντα λῦσαι τὴν σκηνὴν, καὶ γυμνῶσαι τὸ
δρᾶμα, καὶ ἀποθέμενον τὸ προσωπεῖον συσχεῖν τὸν
ἀποστάτην , καὶ παχεῖ καὶ βαρεῖ κλοιῷ καταδῆσαι ,
καὶ ἐγκλεῖσαι τῷ ταρτάρῳ, περιελόντα, καὶ ὲκ τοῦ
¹ Matth. xv, l9. ’ pa'i. xuv, ‘3. ³ Ιδλ l\', (ἱ,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.