PG 130, col. 1313

τούτου γέγραπται ς Λείπεται οὖν ὑπὸ τῶν δαιμόνων τοῦτο μαθεῖν αὐτοὺς, ίνα γυμνωθῶσι τοῦ ἀληθινοῦ
καὶ θείου βαπτίσματος.
ιζ’. Ἀτιμάζουσι τὴν μυστικὴν καὶ φρικτὴν ἱερουρ-
γίαν, καὶ τὴν τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος
ἁγίαν μετάληψιν, θυσίαν τῶν ἐνοικούντων τοῖς ναοῖς
δαιμόνων ταύτην ἀποκαλοῦντες. Ὢ μιαρῶν χειλέωνί
ὢ γλώσσης μιαρωτέραςῐ Καὶ παριστῶσι μάρτυρα
’.τὴν προφήτην Ἰισαῒαν λέγοντα, Ol ἐτοιμάζοντες τῇ
τύχῃ τί άπεζαν, καί πληροῦντες τῷ δαίμονι κέ-
ρασμα, μὴ συνιέντες οἱ παραπλῆγες, ὅτι πρὸς τοὺς
είδιυλολατροῦντας ὁ λόγος. Τὸ δὲ μυστικὸν παρ’
ἡμῖν δεῖπνον ὁ Χριστὸς παρέδωκεν εἰπὼν, Τοῦτο Β ce
ποιεῖτε είς τὴν ἐμὴν ἀνάμνησιν, ὠς ot εὐαγγελι-
στα“ι διδάσκουσιν. Εἴρηται δὲ ἐν τῷ κατὰ τῶν Παυλι-
κιάνων λόγῳ καὶ περὶ τῆς θείας ταύτης μεταλήψεωξ,
καὶ ζήτησον ἐκεῖ περὶ ταύτης. Οἷον δὲ αὐτῶν καὶ
τοῦτο; ’Λρτον μὲν γὰρ κοινωνίας ὀνομάζουσι τὴν
προσευχὴν τοῦ,11ἇ.τερὴ;ιῶν ’Τὸν ἄρτον γὰρ,φησ“ι, τὸν
ἐπιούσιον · ποτήριον δὲ κοινωνίας ὁμοίως τὴν λεγο-
μένην ὲν τῷ Εὑαγγελίῳ διαθήκην. Τοῦτο γὰρ, tgna",
τὸ ποτήριον ὴ καινὴ διαθήκη Μυστικὸν δὲ δεῖπνον
τὴν ἀμφοτέρων τούτων μετάληψιν. Εἰ δέ τις ἀνθυπ-
αγὰγοι, Καὶ πῶς τὸ Πάτερ ἡμῶν, ὡς σῶμα Δεσπο-
τικῖιν κλᾶται καὶ διαμερίζεῖαι ; πῶς δὲ καὶ τὸ νῦν,
Ἐδοξιὶσθη ό Υἱὸς τοῦ ἀνθρώπων, καὶ τὰ ἑξῆς, ὡς
αἵματος τοῦ Σωτῆρος ὑπὲρ ήμῶν ἐξεχύθη ; μὴ γινώ-
σκειν ὁμολογοῦσι.
ιη’. Λέγουσιν ἐν πᾶσι τοῖς ἱεροῖς ναοῖς κατοικεῖν τοὺς
δαίμονας διαλαχόντας αὐτοὺς ἀναλόγως τῆς ἑκάστου
τάξεως καὶδυνάμεως. Τὸν μέντοι Σατανᾶν πάλαι
μὲν ἀποκληρῶσαι αὐτῷ τὸν πολυθρύλλητον ὲν Ἰερο-
σολύμοις ναὸν, μετὰ δὲ τὴν ἐκείνου καταστροφὴν
ἐξιδιώσασθαι τὸν ὲν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων
ὑπερφερῆ καὶ περιώνυμον τῆς τοῦ Θεοῦ σοφίας οἷ-
κον. 013 γὰρ ὁ ’Ὕψιστοῇ φασὶν, ἐν χειροποιήτοις
ναοῖς κατοικεῖ, τὸν οὐρανὸν ἔχων οἰκητήριον. Καὶ
μὴν, '0 οἶκός μου, φησὶν ὁ Κύριος, οἶκος προσευ-
χῆς κληθήσεται. Καὶ αὖθις ἔλεγεν ὁ Χριστὸς, Μὴ
ποιεῖτε τὸν οἷκον τοῦ Πατρός μου οἶκοι· ἐμπο-
ρίου, περὶ τοῦῖχειροποιήτου ναοῦ τῆς Ἰερουσαλὴμ D ιε
τοῦτο λέγων. Εί δὲ ὁ ὲν Ἰερουσαλὴμ vah; οἶκος ἦν
τοῦ Θεοῦ, πολλῷ μᾶλλον ὁ ὲν τῇ βασιλίδι τῶν πό-
λεων, καὶ ἁπλῶς εἰπεῖν πάντες οἱ κατὰ τόπον ἀφιε-
ρωμένοι τῷ Θεῷ. καὶ τῇ Θεομήτορι, καί πᾶσι τοῖς
ἁγίοις ναοί θεῖοί τέ εἰσι, καὶ ἁγιαστήρια, καὶ τῶν
δαιμόνων φυγαδευτήρια. Ὅπου γὰρ οἰκεῖ θεία χά-
ρις, ἐκεῖθεν ἀπελήλαται πᾶν πνεῦμα πονηρὸν, καὶ
πᾶσα τῶν δαιμόνων ἐνέργεια.
ιϐ’. Μόνην ὀνομάζουσι προσευχήν τὴν ὑπὸ τοῦ Κυρίου
παραδοθεῖσαν ὲν τοῖς Ιςὺαγγελίοις , ήγουν τὸ Πάτερ
ἡμῶν, καὶ τὰ ἑξῆς. Καὶ ταύτην μόνην προσεύχονται
ἐπεάκις μὲν τῆς ἡμέρας, πεντάκις δὲ τῆς νυκτός.
Ὀσάκις δὲ είς προσευχὴν ἵστανται, λέγουσι τὴν
¹ lsa. uv. ll. ³ Luc. xxn, 19. ³ Matth.v|, 9-ιι. ⁸ Lu
⁷ Jonn. tt, 16.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.