PG 133, col. 121

εἶπεν. Ὀταν γὰρ λέγωμεν μίαν φύσιν τοῦ Λόγου,
τὴν θείαν φύσιν σημαίνει τοῦ Υίοῦο ὅταν δὲ προσ-
θῶμεν τὸ, σεσαρκωμένην, καθὼς 6 ἅγιος Κύριλ).ος
πρὸς Σούκενσον ἐν τῇ δευτέρᾳ ἐπιστολῇ ν σύμπας
ὁ λόγος τῆς μετὰ σαρκὸς οἰκονομίας είσφέρεται.
’0 ΚΑΘ. Καὶ τίς τῶν ἁγίων μετὰ τὴν ἕνωσιν
τοῦτο διαρρήδην εἶπεν ;
Ὀ ΘΕΩΡ. Πάντες, ὧν ἄνω τὰ ὀνόματα ἀπηρί-
Θμησας.
Ὀ ΚΑΘ. Δεῖξον ἡμῖν ἕνα τούτων, καὶ ἀρκεῖ
ἡμῖν· δ γὰρ εἷς τῶν ἁγίων λέγει, πάντες λέγουσιν,
ὡς ἐξ ἐνὸς τοῦ θείουΠνεύματος ὲμπνεόμενοι.
'0 ΘΕΩΡ. Οὐχ ἕνα μόνον, ἀλλὰ σὺν Θεῷ πάντας,
οὓς ἄνω ὀνομαστὶ εῐρηκας. Μόνον μὴ ὲκκακήσῃς
ἀκούων, καὶ πάντων παραγάγω τὰς μαρτυρίας.
'0 ΚΛΘ. Διά τοῦτο συνηθροίσθημεν, ἵνα τὸ ἀληο
θὲς εὕρωμενο καὶ οὐ δεῖ ἡμᾶς ἑκκακεῖν ὲν τοῖς
τοιούτοις.
Ὁ ΘΕΩΡ. Πρὸ τῆς τῶν χρήσεων παρεισφορᾶς,
ἀναγκαῖον οἶμαι εἰπεῖν, τί ἐστιν οὐσία, καὶ τί ἐστι
φύσις, τί τε ὑπόστασις, καὶ τί πρόσωπον. Διά τοι
τοῦτο ἐρωτῶ, πῶς ταῦτα ἐκδέχῃς ὼς οἱ ἔξω, ἢ ὡς
οε τῆς Ἐκκλησίας διδάσκαλοι διωρίσαντο;
’0 ΚΑΘ. Ἡμεῖς καὶ τῶν ἀμφοτέρων τοὺς ὁρι-
εμοὺς τοὺς περὶ τῶν προκειμένων γινώσκομεν, καὶ
πρὸς τὸ εὐθὺ τῶν τῆς εὐσεϐείας δογμάτων emam-
pavorii; ἀπευθύνομεν.
'0 ΘΕΩΡ. Ἐγὼ πλείστην ὲν τούτοις διαφορὰν
τῶν ἔξω πρὸς τοὺς διδασκάλους τῆς Ἐκκλησίας
ὁρῶ. Oi γὰρ ἔξω σοφοὶ⁸ τὸ ἄτομον, ἦτοι τὴν ὑπί-
στασιν, καὶ τὺ ἓν τῷ ἀριθμῷ, οὐσίαν ὁρίζονται ο
ὅπερ οί θεῖοι Πατέρες οὐ παραδέχονται. Οὐσίαν γὰρ
οι θεοφόροι Πατέρες καὶ φύσιν τὰ καθόλου λέγουσιν,
ἅτινα oi ἔξω εἶδος ὠνόμασαν. Διὸ ἐπὶ τῆς ἁγίας
’τριάδος μίαν φύσιν καὶ μίαν οὐσίαν ὲδογμάτισαν,
ὑποστάσεις δὲ τρεῖςο ὡς τῆς φύσεως καὶ τῆς οὐσίας
πολλὰς ὑποστάσεις περιεχούσης· ἀμέλει καὶ ἠ τῶν
ἀνθρώπων φύσις μία οὖσα, ἀπείρους ἔχει τὰς ὑπο-
στάσεις, οἷον Πέτρον, καὶ Παῦλον, καὶ πάντας τοὺς
κατὰ μέρος ἀνθρώπους. '0 δὲ ’Λριστοτέλης τὸ άτο-
μον καὶ τὸ ἓντῷ ἀριθμῷ, ἦτοι τὴν ὑπόστασιν, κυ-
ρίως οὐσίαν ὡρίσατο, οὕτω φάσκων ' Οὑσία δέ ἐστιν
ἡ κυριωτάτη, καὶ πρώτως, καὶ μάλιστα λεγομένη,
ἢ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται, μήτε ὲν
ὑποκειμένῳ τινί ἐστιν, οἷον ὅτις ἄνθρωπος, ἢ
ὅτις ἵππος. Πῶς οὖν τοὺς θύραθεν τῆς ἡμετέρας a6-
λῆς, καὶ τοὺς διδασκάλους ἡμῶν είς ἓν κατὰ τοῦτο
συναγαγεῖν δυνατόν ἐστι· τοὺς μὲν τὸ καθόλου, τοὺς
δὲ τὸ καθέκαστον, οὐσίαν καὶ φύσιν·όρισαμὲνους;
’0 ΚΑΘ. Καὶ ἡμεῖς τὴν etith καὶ τὴν φύσιν

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.