PG 133, col. 20

σμῷ δυνάμενα ἕλκειν τοὺς ὁρῶντας εἰς ἡδονήν · δ
γὰρ οὕτω ποιῶν ἀφορίζεται.
Συνόδου ς’ κανὼν ος⁹ καὶ ρ’.
λδ’. Ὅτι οὐ δεῖ χωρὶς μεγάλης ἀνάγκης ἓν ὁδῷ
καταλαϐούσης τὸ οἱονοῦν κτῆνος είς ἱερὸν ναὸν είσ-
άξαι ⁶ ἀλλ’ οὐδὲ καταμένειν ἐν αὐτῷ τινα, ἢ ἐν
τοῖς κατηχουμένοις τοῦ ναοῦ γυναικὶ συνοικοῦντα ’
oi γὰρ ταῦτα ποιοῦντες, εί μὲν ίερωμένοι εἰσὶ, κασ
θαιροῦνται · εί δὲ λαῖκοὶ, ἀφορίζονται.
Συνόδου ς’ κανὼν πη¹ καὶ ιιςθ.
λε’. Ὀτι δεῖ πρότερον κατηχῆσαι, καὶ ἐκδιδάσκειν
τὴν πίστιν ο εἶτα βαπτίζειν είς τὸ ὄνομα τοῦ lla-
τρδς. καὶτοῦ Υίοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὲν
τρισὶ καταδύσεσι · καὶ χρίεσθαι μύρῳ μετά τὸ
βάπτισμα · καὶ οὐχ, ὥς τινες τῶν αἱρετικῶν, εἰς
τρεῖς ἀνάρχους, ἣ τρεῖς υἱοὺς, ἢ τρεῖς παρακλήτουςο
οὔτε μὴν ὲν μιᾷ καταδύσει τῇ εἰς τὸν θάνατον τοῦ
Κυρίου ο οί γάρ οὕτω ποιοῦντες καθαιροῦνται.
Τῶν ἁγίων ἀποστόλων κανὼν μθ¹ καὶ ν’
Συνόδου Λαοδικείας κανὼν με’, μς’, μζ¹ καὶ μη’.
Συνὸδου Κωνσταντινουπόλεως κανὼν ζ’, καὶ συν-
όδου ς’ κανών οη’. ’
λς’. Ὅτι δεῖ καὶ τὰ μικρά βρέφη είς ἄφεσιν
ἁμαρτιῶν βαπτίζειν, διά τὴν ἐπικειμένην αὐτοῖς·
ἁμαρτίαν ὲκ τῆς τοῦ Ἀδὰμ παραϐάσεως · καὶ ὅτι
ή χάρις τοῦ ἀγίου βαπτίσματος δύναμιν καὶ βοήν·
θειαν παρέχει πρὸς τὸ μὴ ἁμαρτάνειν. Οἱ γὰρ μὴ
οὕτω ποιοῦντες καὶ λέγοντες, ἀναθεματίζονται.
Συνόδου Καρθαγένης κανὼν ρι’, ρια’, ριβ¹ καὶ
ιγ’.
pic. Ὀτι οὐ δεῖ λέγειν τινὰ ἀναμάρτητον · ὁ γάρ
τοῦτο λέγων ἀναθεματίζεται.
Συνὸδου Καρθαγένης κανὼν ριδ’,ριε’ καὶ ρις’.
λη’. Ὅτι οὐ δεῖ τὸν κατά ἀλήθειαν ἔχοντα βάπτι-
σμα πάλιν ἀναόαπτίζεινο οὔτε μὴν τοὺς παρὰ τῶν
αἱρετικῶν βαπτιζομένους, ἢ παρὰ τῶν ἀσεὸὤν
μεμολυσμένους μὴ βαπτίζειν · ἀλλ’ οὐδὲ τεθνεῶτα
βαπτίζειν ⁶ καθαιροῦνται γάρ οἱ παρά ταῦτα
ποιοῦντες. Τοὺς δὲ παρά τῶν ἀποσχιστῶν, καὶ τῶν
τὰς παρασυναγωγάς ποιούντων βαπτιζομένους δέ-
χεσθαι δεῖ, πλὴν μετά δοκιμασίας ἀκριϐοῦς.
Τῶν ἁγίων ἀποστόλων κανὼν μς’, μζ¹ καὶ ξη’.
Συνόδου... κανὼν ιθ¹.
Συνόδου Καρθαγένης κανὼν ιη’ καὶ μη’.
Καὶ τοῦ ἁγίου Βασιλείου κανὼν α’ καὶ μζ’.
Καὶ ἐπιστολὴ πρὸς τὸν ἀγιον μάρτυρα ἐπίσκοπον
Ἀντιοχείας.
λθ’. Ὅτι δεῖ βαπτίζεσθαι τὴν κυοφοροῦσαν ὁπότε
καὶ βούλεται· καὶ ὅτι δ ἀσθενῶν οὐ βαπτίζεται, εί
μὴ ἐπιζητεῖ τοῦτο. Εἰ δὲ ἑκφρενὴς γένηται, καὶ ἐν
τῷ καιρῷ τοῦ θανάτου αὐτοῦ ἐπιζητοῦσιν οἱ ἴδιοι
αὐτοῦ τὸ ἅγιον βάπτισμα, βαπτίζεται· ὁμοίως δὲ
καὶ δ δαιμονιζόμενος ἐν τῷ θανάτῳ αὖτοῦ βαπτί-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.