PG 134, col. 1177

ἀπὸ τοῦ καὶ εις τὸ Πνεῦμα τὸ ἅγιον μέχρι τέλουςσ
καὶ τά ἐν τῇ πρώτῃ συνόδῳ δογματισθέντα ,ἐπεϐε-
ϐαίωσαν. Ὅτε καί τινες τῶν ἐπισκόπων βασκήναντες
τῷ Θεολόγῳ τοῦ θρόνου χάριν τῆς Κωνσταντινουπό-
λεως, οὐ κανενικᾶς εἶπον αὐτὸν ἐπιϐεϐηκέναι τοῦ
θρόνου, ώς ἑτέρῳ πρότερον ἐπικηρυχθέντα. Διὸ
καὶ τὸν Συντακτήριον 6 ἅγιος συγγραψάμενος καὶ
δημοσίᾳ ἀνεγνωκὼς ἐξέστη τοῦ θρόνου καὶ είς τὴν
οἰκείαν πατρίδα τὴν Ναζιανξὼ ἐπανῆλθε. Κεχειρο-
τόνητο δέ τῆς Κωνσταντινουπόλεως πατριάρχης
Νεκτάριος (56), συγκλητικὸς ἀνὴρ, καὶ πολιτικὰς
ἀρχὰς ὴνυκώς. Τότε καὶ ό θρόνος (57) τῆς νέας
Ῥώμης δευτέραν τάξιν ἔλαχε, μετὰ τὴν πρεσϐυτέραν
Ῥώμην ταχθεὶς, καὶ τῶν ἐτέρων δὲ προκριθείς.
Ἀλλά καὶ 6 μέγας Ἀμφιλόχιος (58) τότε ἠξίου τὸν
βασιλέα ἐξελαθῆναι τῆς πόλεως τοὺς Ἀρειανοὺς,
οά τὸν Υίὸν τοῦ Θεοῦ βλασφημοῦντας, ῆτέως μὴ
παραχωρεῖσθαι συνάξεις ποιεῖν. Ὠς δὲ νωθῆ πρὸς
τοῦτο ἐώρα τὸν Θεοδόσιον, φυλάξας καιρὸν, ὅτε καὶ
6 Ἀρκάδιος συνεδριάζων ἦν τῷ πατρὶ, εἰσῆλθε, καὶ
τῷ μὲν Θεοδοσίῳ τὴν προσήκουσαν ἀπένειμεν ὡς
βασιλεῖ καὶ πρόσρησιν καὶ προσκύνησιν ο πρὸς δέ τὸν
Ἀρκάδιον ἀμελῶς οὕτως ἔφη ο Χαίροις καὶσὺ, παι-
δίον. Χαλεπήναντος δέ τοῦ βασιλέως ἐπὶ τῇ τοῦ υίοῦ
καταφρονήσει, εἶτά φησιν 6 ἅγιοςο Σὺ μὲν ἅνθρωπος
ὢν,τὴν τοῦπαιδὸςὰτιμίαν τοῦ σοῦ πράως οὐκ ἤνεγ-
κιις. Οἴει δὲ τὸν Θεὸν τοὺς τὸν ἐκείνου μονογενῆ
Παῖδα ,βλασφημοῦντας μὴ ,βδελύττεσθαι τε καὶ
ἀπεχθάνεσθαι, μηδ’ ὀργίζεσθαι κατα τῶν ἐκχω-
ρούντων ἐκείνους τοῖς όρθοδόξοις συναναστρέ-
φεσθαι καὶ διαφθείρειν πολλούς; θαυμάσας οῦν
ἐπὶ τῇ μεθόδῳ τοῦ ἁγίου 6 βασιλεὺς, δόγματι τοὺς
τῶν αἱρετικῶν συλλόγους κεκώλυκε. Τὸν τελευταῖον
δέ τυραννήσαντα καθελόντι Εὐγένιον τούτῳ τῷ βα-
σιλεῖ, ἡ τῶν Ῥωμαίων ἀρχὴ περιελήλυθε ξύμπασα,
καὶ ἀνηγόρευσε τοὺς δύο υἱοὺς αὐτοῦ βασιλεῖς. Θέλων
δέ μετασχεῖν αὐτοὺς καὶ τῆς ἐν λόγοις παιδείας καὶ
τῆς ἐν ἤθεσιν, ἐκ Ῥώμης ἤγαγε τὸν μέγαν Ἀρσένιον
τῆς ἐκεῖ Ἐκκλησίας ὄντα διάκονον, ἐπὶ λόγοις τε
καὶ ἀρετῇ περιϐόητον ο καὶ αύτῷ τοὺς παῖδας παρ-
ἐδωκε, μὴ ὡς βασιλεῦσιν αὐτοῖς, ἀλλ’ ώς ἰδιώταις
καὶτοῖς τυχοῦσι προσφέρεσθαι ἐντειλάμενος, καΊ
μαστίζειν εἰ ἀμελοῦντας ὁρῴη, ἢ παρεξιόντας τι τοῦ
καθήκοντος, καὶ⁵ ὥςοίκείοις τούτοις κεχρῆσθαι παισί.
Τιμῆς δὲ μεγάλης ἠξίωσε τὸν ’Λρσένιον (59) καὶ
ipf} μασι κατεπλούτισεν. '0 δὲ τοὺς παῖδας παραλα-
ϐὼν ἐκείνους μὲν ἐπὶ⁹ θρόνων ἐκάθιζεν, αὐτὸς δ’
Varia lectiones et notae.
(55) Τῆς καθολικῆςἜκκλησίας ἐξέκοψαν-τ Ita
eadem Sophianam indigitat, ut yicepho‘rus Con:- A(’_57) Τόεε θρόνος. Vide Allatium, IDe consensu
stantinopolit. in Breviario' sub lin. προόδου κατά utriusque Eccl. Morinum, blarcam, et al._pas_sim.
τὸ είιηθὸςιέπὶ. τὴν καθολικὴν Ἐκκλησίαν γενομένης,
ύπατείαν ἐποίησαν. Vide Gloss. med. Graecit. 'in
Καθολική. ’
(56) Νεκτάριος. Socrat. Ι. v, c. 6; Sozomen. l. sanctitate agunt non semel scriptorcs ecclesiastici.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.