PG 136, col. 780

Οὐκ εὐδοκεῖ ό ’Υψιστος ὲν προσφοραῖς ἀσεϐῶν.
Ὅστις ἁρνήσεταί με ἔμπροσθεν τῶν ἀνθρώπων,
ἀρνήσομαι κάγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου
τοῦ ὲν οὐρανοῖς.
Ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους
τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενη-
θέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους
Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ
παραπεσόντας, πάλιν ἀνακαινίζειν είς μετάνοιαν,
ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υίὸν τοῦ Θεοῦ, καὶ
Β παραδειγματίζοντας. Γῆ γὰρ ή ποιοῦσα τὸν ἐπ’ αὐ-
τῇ πολλάκις ὐετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον,
ἐκείνοις δι’ οὒς καὶ γεωργεῖται, μεταλαμϐάνει εὐλο-
γίας ἀπὸ Θεοῦ · ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριεό⁴
λους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἦς τὸ τέλος είς
καῦσιν. ’ ν
Ἀσέόεια κυρίως λέγεται ή είς Θεὸν ἁμαρτία.
Ἀμήχανον ἐκτραπῆναι τῆς δικαίας ὀδοῦ, μὴ λή-
θην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας.
Μηδεὶς οἰέσθω τῶν ἐσφαλμένας περὶ Θεοῦ ἑχόν-
των τάς ὑπολήψεις, ὅτι δεκταί είσιν αὐτοῦ al ιν
ψαλμῷ διαινέσεις.
Θεοῦ άγνοια θάνατός ἔστι ψυχῆς.
Εί γὰρ τὰς πρὸς ἀνθρώπους συνθήκας ἔμπεδοί
Θεὸς, μέσος παραληφθεὶς, πόσος κίνδυνος ὧν πρὸς
αὐτὸν temer συνθηκῶν, τούτων παραὸάτας εὐα-
ρίσκεσθαι, καλ⁵ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεν-
νήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ είς τὸ ἀρχαῖον ἀπο-
καταστάσεως.
Τούς ἑτέρως φρονοῦντας ὡς λύμην τῆς ἀληθείας,
ἕως μὲν ἂν ᾗδυνατὸν, προσλαμϐανώμεθα καὶ θε-
ραπεύσωμεν, μὴ τῆς νόσου μεταλάὸωμεν πρὶν pe-
ταδοῦναι τῆς ἑαυτῶν ὑγείας.
Εὐρέτις κακῶν ἀσέϐεια, καὶ λίαν τολμηρὸν είς
ὲγνείοησιν.
ει σιν.
Ὁίιρῇὲην ὥφλησε τιμωριαν ὁ ἄνθρωπος τῷ Θεῷ,
ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καί⁵ πρὸς τὸν
ἐναντίον ἀπηυτομόλησε, δραπέτης τοῦ κατά φύσιν
δεσπότου καὶ ἀποστάτης γενόμενος’ δευτέραν δὲ,
ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν, ἀντὶ τῆς
αὐτεξουσίου ἐλευθερίας ἠλλάξατο, καὶ προετίμησε
τοῦ δουλεύειν Θεῷ τὸ τυραννεῖσθαι ἀπὸ τῆς κατα-
φθειρούσης δυνάμεως.
Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίη
περ μὴ πᾶσι βλεπόμενος· διὰ δὲ νόμου καὶ διατά-
ξεων αὐτοῦ, καὶ ἐξουσιῶν, καὶ δυνάμεων, καὶ εικό-
νων, νοεῖται. Τὸν δὲ Θεὸν οὐ βούλῃ σὺ νοῆσαι δι’ ἔρ-
γων καὶ δυνάμεων.
Οὐδέποτε αἵρεσις τήν Ἐκκλησίαν ἐνίκησεν, ἀλλ’
ἀεὶ μαίνεται, καὶ κατ’ ὀλίγον προελθοῦσα εὐθέως
λύεται.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.