PG 139, col. 184

ἀγέννητός ἐστιν, ἀλλᾶ καὶ γεννήτωρ καὶ προϐολεὺς
τὸ μὲν ἁμέσως ἐξ ἑαυτοῦ, το δὲ ἐμμέσως δεᾶ τοῦ
Υἱοῦ, οὕτω καὶ 6 Υἱὸς οὑχ ὅτι γεγέννηται, διὰ τοῦτο
οὑχὶκαί τὸ Πνεῦμα προϐάλλεται. Καὶ τὸ Πνεῦμα
οὑχ ’ὁτι ἐκ τοῦ lla-:96: ἐκπορεύεται, διὰ τοῦτο οὐχὶ
καὶτοῦ Υἱοῦ ἐκπορεύεται· ἀλλ’ ἡ ἐκπόρευσις αὑτοῦ
ἂμεσος μὲν ἐκ τοῦ Γὶοῦ, ἔμμεσος δὲ ἐκ τοῦ Πατρός.
Φυλάττεται γοῦν ἑκάστῳ προσώπῳ ἡ ἰδιότης ἆκίνη·
τος καὶ άσύγχυτος· οὕτως ἡ ἐν μονάδι Τριὰς καὶ
ἀδιαίρετος ὴ ἐν Τριάδι μονάς. Μονὰς γάρ ἐστι καὶ
Τριὰς 6 Πατήρ καὶ 6 Υἱὸς καὶ τὸ Πνεῦμα· τὸ μὲν
κατὰ τήν φύσιν τῆς θεότητος μίαν καὶ τήν αὑτὴν
οὖσαν καὶ ἀδιαίρετον καὶ ἀναλλοίωτον’ τὸ δὲ διὰ τὰς
ἰδιότητας ἀμετακινήτως ἐχούσας, καθὰ φθάσαντες
ἔφημεν. Φυλαττομένων δὲ τῶν ἱδιοτήτων ἑκάστῳ
ἀμεταϐλήτων, ούκ ἂν λέγοιτο τὸ Πνεῦμα ἐξ ἑαυτοῦ
ἐκπορεύεσθαι, ὅτι μὴ ἰδιότης ἐστὶ τοῦτο τοῦ Ηνεύ-
ματοςο ἐκ τοῦ Πατρὸς δὲ ἐκπορευόμενον δια τοῦ
Υἱοῦ, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, ἀλλ’ οὐ δι’ ἐτέ-
ρου τινός· καὶ ποῦ τοῦ Σαϐελλίου ἡ σύγχυσις; Εἴ
μὲν γὰρ ἓν κατ’ ἐκεῖνον ἐλέγομεν τὸν Πατέρα καὶ
τὸν Υἱὸν ἢ καὶ τὸ Πνεῦμα ὡς μίαν ὑπόστασιν ἤ
πρόσωπον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐκ
τοῦ Υῖοῦ ἐκπορεύεσθαι φασκοντες, σύμφρονες ἃν
ἦμεν τῷ Σαϐελλίῳ, ἢ πάντως ἡμισαϐέλλιοι, καθά-
περ ἄλλοι nvi: ἡμιάρειοι· τὰ μέυ γὰρ τρία λέγον-
τες μίαν ὑπόστασιν καὶ ἓν οὕτω κατὰ Σαϐέλλιον,
οῦδὲν μᾶλλον ἐποιοῦμεν τὸ Ηνεῦμα ἐκ τοῦ Ηατρὸς
.. ---.~. . υ... -..η
καὶ ἐγ τοῦ Υἱοῦ ἐκπορευόμενον, ἤ ἐξ ἑαυτοῦ· ἀλλὰ
καὶ τὸν Πατέρα γεννῶντά τε καὶ γεννώμενον καὶ
ἐκπορευόμενον, καὶ ’ἑκαστον τούτων ού μᾶλλον ἐξ
ἄλλου ἤ ἐξ ὲαυτοῦυ καὶ τὸν Υἱὸν δὲ οὐ μόνον γεν-
νώμενον, ἀλλὰ καὶ ἐκπορευόμενον, πρὸς δὲ τούτοις
καὶ γεννῶντα· καὶ τὸ Πνεῦμα αὖθις οὐκ ἐκπορευ-
όμενον μόνον, ἀλλὰ καὶ γεννῶν καὶ γεννώμενον.
Τοιαῦτα γὰρ τὰ Σαϐελλίου ληρήματα ἐνὶ καὶ τῷ
αύτῷ πρασώπῳ διάφορα τιθέντος ὀνόματα καὶ δια-
φόρους ἴδιότητας. Τὸν δὲ Πατέρα καὶ τὸν Υἱὸν μό-
νον φάσκοντες ἓν πρόσωπον, ἐκ τοῦ ἐνὸς δὶ τούτου
τὸ Πνεῦμα προέρχεσθαι δογματίζοντες ἦμεν ἂν καὶ
οὕτως ἡμισαϐέλλιοι ἐκ τοῦ Πατρὸς καὶ ἐκ τνῦ Υἱοῦ
τὸ ἐκπορευτὸν ἐκπορεύεσθαι λέγοντες. Νῦν δὲ ἡμεῖς
ἄλλην μὲν ὑπόστασιν τῆς θεότητος δοξάζοντες τὸν
Πατέρα, ἄλλην δὲ τὸν Υὶὸν, τῆς αὑτῆς δηλαδή φύ-
σεως, ἃλλην δὲ ὡσαύτως τὸ Πνεῦμα, εἶτα τιθέντες
τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον ἐκπορεύεσθαι καὶ
ἐκ τοῦ Υἱοῦ,ὲτὲριι›ς φαμέν. Οἱ μὲν οὖν ’ἐν λέγοντες
τὸν Πατέρα καὶ τὸν Υἱὸν πρόσωπον, εἶτα φάσκοντες
τὸ Πνεῦμα ἐκπορευτὸν ἐκ τοῦ ῙῙατρὸς καὶ ἐκ τοῦ
Υἱοῦ, τὸ ἂτοπον ἑπόμενον ἔχουσιν⁸ οὑχ ὅτι ἁπλῶς
φασιν ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, ἀλλ’ ὅτι ὡς
ἑνὸς ἐξ ἂμιροῖψ καὶ ὅτι ἓν ἄμφω τίθενται τὸν Πα-
τέρα καὶ τὸν Υἶὸν, ού κατὰ δύναμιν τῆς τοῦ Κυρίου
φωνῆς, ἀλλ’ ἑτέρως ἢ ὡς ἐκεῖνός φησιν’ Ἐγὼ καὶ
6 Πατήρ ἐν ἐσμεν. Ἡμεῖς δὲ καὶ ἐκ τοῦ Πατρὸς
καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες οὐχ ὡς ἐξ ἐνὸς

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.